Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(85) πρὸς δὲ τὰς ἐντὸς 〈τῶν〉 παρισθμίων φλεγμονὰς χρώμεθα ἀναγαργαρίσμασι, μελικράτῳ μετὰ ἀποζέματος πιτύρων ἢ ῥόδων ἢ φακῆς, ἢ κοκκυμηλέας φύλλοις ἐν οἴνῳ ἑψηθεῖσιν. καὶ πρὸς τὰ εἱλκωμένα δὲ παρίσθμια ἑλξίνης χυλῷ, ἢ ἱερᾶς βοτάνης ἀφεψήματι· καὶ διαχριομένοις δὲ σὺν μέλιτι ἀκακίας χυλίσματι, ἀλόῃ, ἀμόργῃ ἡψημένῃ, βάτου τῷ χυλῷ ἡψημένῳ, ἁλσὶν ὁμοίως, λυκίῳ, πίσσῃ ὑγρᾷ, μίσυι, ὀριγάνου χυλῷ, χαλκοῦ ἄνθει,

μόρων χυλῷ ἡψημένῳ σὺν μέλιτι καὶ στυπτηρίᾳ ὀλίγῃ. ποιεῖ δὲ καὶ ἀμυγδάλινον 〈ἔλαιον〉 ζεστὸν ἐγχεόμενον εἰς τὰ ὦτα.