Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(58)πρὸς δὲ τὰς γινομένας ῥήξεις τῶν ὤτων ἁρμόζει ἐγχυματιστὰ ταῦτα· ἄνησσον σὺν ῥοδίνῳ, ἀπαρίνης χυλός, ἀρνογλώσσου χυλός, στρύχνου χυλὸς ὁμοίως, κεδρία σὺν ῥητίνῃ τερμινθίνῃ συντακεῖσα, σόγχου χυλὸς καὶ ἡ ῥίζα σὺν ἐλαίῳ καὶ σιδίῳ ἑψηθεῖσα, χολὴ βοεία μετὰ γάλακτος ἢ πράσου χυλοῦ, ὠκίμου χυλὸς σὺν χηνείῳ στέατι.

(59)ὑπατμίζεται δὲ διὰ καλάμου πρὸς ὠταλγίας καὶ ἤχους ἀψινθίου ἀπόζεμα 〈ἢ〉 ὑσσώπου ἢ δαφνίδων ἢ ἀβροτόνου μετ’ ὄξους ἢ διὰ κοχλάκων πεπυρωμένων ἑψηθέν· ἢ θάλασσα θερμή, 〈ἢ〉 θεῖον ἄπυρον ὑποθυμιώμενον· δεῖ δὲ πωμάσαντα τὴν χύτραν καὶ περιπλάσαντα πηλῷ τιτράναι κατὰ μέσον τὸ πῶμα καὶ οὕτως δέχεσθαι εἰς τὴν εὐρυχωρίαν τοῦ ὠτὸς τὸν ἀτμόν· καὶ πυρία δὲ ἁρμόζει πρὸς τὰ ἀλγήματα τοιαύτη· ἐγχέας εἰς ὄξος ἔλαιον κεχλιασμένον ἐν ὠτεγχύτῃ καὶ περιθεὶς ἔριον μηλωτίδι 〈ἐν〉απόβαπτε θερμῷ τῷ ὄξει καὶ θερμὸν κάθες 〈εἰς τὸ οὖς〉 τὸ ἔριον, μέχρι ἀνέχεται.

(60) πρὸς δὲ τὰς πυορροίας καὶ ἑλκώσεις ἁρμόζει ἐνσταζόμενα ἢ σὺν ἐρίῳ ἁπαλῷ ἐντιθέμενα ταῦτα· ἀγριελαίας χυλός, ἀπαρίνης χυλὸς ὁμοίως, ἀμόργη ἐν ἐλαίῳ ἡψημένη, λύκιον 〈καὶ〉 μάλιστα τὸ Ἰνδικόν, ἀσφοδέλου χυλὸς καθ’ ἑαυτὸν καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ σμύρνῃ καὶ οἴνῳ χλιανθείς· ἀψίνθιον λεῖον σὺν μέλιτι, γῆς ἔντερα ἑψηθέντα σὺν στέατι χοιρείῳ ἢ ἐλαίῳ·

ἢ βάτου φύλλων χυλὸς ἐν ἐλαίῳ, γῆρας ὄφεως ἑψηθὲν ἐν οἴνῳ, διφρυγὲς σὺν μέλιτι, ἐλαίας χυλός, σμύρνα σὺν καστορίῳ καὶ μηκωνίῳ καὶ γλαυκίῳ, κισσοῦ λευκοῦ χυλὸς σὺν ἐλαίῳ, κρομύων ὁμοίως· μίσυ σὺν ῥοδίνῳ, ἀπαρίνης χυλὸς καὶ ἀφέψημα, ὀμφάκιον σὺν μέλιτι, οὖρον ἀφθόρου παιδὸς ἐν ῥοᾶς σιδίῳ ἑψηθέν·

κονία συκίνη συγκλυζομένη, πίσσα ὑγρὰ

ὁμοίως, καὶ αὐτὴ 〈δὲ〉 σὺν ῥοδίνῳ ὀλίγῳ ἐν κελύφει ῥοᾶς ἑψηθεῖσα· πολυγόνου χυλὸς ἑψηθείς, στοιβῆς καρπὸς ἑψηθεὶς ἐν οἴνῳ, στυπτηρία πᾶσα σὺν πολυγόνου χυλῷ, χάλκανθον ἑψηθὲν σὺν μέλιτι, χολὴ βοεία μετὰ μέλιτος.