Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(57) τὰς δὲ περὶ τὰ ὦτα ἀλγηδόνας καὶ φλεγμονὰς παραμυθεῖται ταῦτα ἐνσταζόμενα χλιαρά· παρθενίου χυλός, μυὸς ὠτίδος ὁμοίως· Ἀχιλλείου, ἡδυόσμου χυλὸς σὺν μελικράτῳ· δρακοντίου χυλὸς ἐν ἐλαίῳ διεθείς, ἑλξίνης χυλὸς σὺν ῥοδίνῳ, καννάβεως σπέρματος χλωροῦ χυλός, κισσοῦ κορύμβων χυλὸς σὺν ῥοδίνῳ καὶ εἰς τὸ ἀντικείμενον οὖς ἐγχεόμενος, κολοκύνθης ξυσμάτων χυλὸς ὁμοίως, λεύκης φύλλων χυλὸς ὁμοίως σὺν ῥοδίνῳ, ναρκίσσου φύλλων χυλὸς ὁμοίως ἢ τῆς ῥίζης·

ὀριγάνου χλωροῦ χυλὸς σὺν γάλακτι γυναικείῳ, πηγάνου χυλὸς ἢ πολυγόνου ἐν σιδίῳ ῥοᾶς θερμανθείς, πράσου τῶν φύλλων χυλὸς σὺν ῥοδίνῳ, σεύτλου χυλός, σφονδυλίου χυλὸς τοῦ ἄνθους, πευκεδάνου ὀπὸς σὺν ῥοδίνῳ ἢ μηκωνίῳ, ἰτέας τῶν φύλλων χυλός· ἀλώπεκος στέαρ χλιαρὸν ἐνσταζόμενον, ἅλες ὀρυκτοὶ λεῖοι σὺν ὄξει· ἔλαιον ἀμυγδάλινον, ἴρινον, δάφνινον, κίκινον, κρόκινον, σησάμινον, ὑοσκυάμινον, τὸ δὲ ἀμυγδάλινον μετὰ ἀλόης ὀλίγης καὶ κρόκου, κάχρυ σὺν ἀμυγδαλίνῳ ὁμοίως·

κυάμου Αἰγυπτίου τὸ ἐντὸς πικρὸν σὺν ῥοδίνῳ, χαλκὸς κεκαυμένος λεῖος σὺν ὄξει καὶ ῥοδίνῳ, λιβανωτὸς

σὺν οἴνῳ, μηκώνιον σὺν σμύρνῃ καὶ ῥοδίνῳ καὶ κρόκῳ καὶ γάλακτι γυναικείῳ· οὖρον ὄνου, ταύρου, συάγρου, αἰγὸς σὺν ῥοδίνῳ· πισσέλαιον, κεδρία σὺν ῥοδίνῳ μύρῳ, στυπτηρία πολυγόνου ἢ ῥοᾶς χυλῷ ἀνεθεῖσα·

νάρδος ἐν κοχλίᾳ Διβυκῷ ἀναλημφθεῖσα καὶ μετὰ τὸ ἑψηθῆναι ἐγχυθεῖσα· ὠφελεῖ καὶ τὸ ἐκ τοῦ ἐλειοῦ λίπος, ὃς 〈Ῥωμαιστὶ〉 καλεῖται γλῆρις, καὶ γάρος ὁ Σπάνος, ὅς σοκιώρου λέγεται, ἐγχεόμενα, καὶ σιλφῶν τῶν κατοικιδίων τὸ ἐντὸς λεῖον σὺν ῥοδίνῳ ἐνσταζόμενον, ἢ οἱ κατοικίδιοι ὄνοι μετὰ ῥοδίνου ἢ ἐλαίου λεῖοι χλιανθέντες, ἢ γῆρας ὄφεως ἐν ἐλαίῳ ἑψηθὲν ἢ μύρῳ μετὰ κωδύας μήκωνος·

ἀράχνη τὸ ζῷον λεῖον μετὰ ῥοδίνου καὶ ὄξους, κηκὶς λεία ἐνδεθεῖσα ὀθονίῳ καὶ ἑψηθεῖσα ἐν οἴνῳ ἀνωδύνους ποιεῖ. ὠφελεῖ καὶ ψυχρὸν ὕδωρ εἰς τὸ ἀντικείμενον οὖς ἐγχεόμενον, καὶ σαρκῶν βοείων ὀπτωμένων 〈ὁ〉 ἰχώρ ἐγχεόμενος τῷ ἀλγοῦντι, καὶ κεδρία μιγεῖσα ναρδίνῳ, ποτὲ μὲν πρὸς ἴσον, ποτὲ δὲ πρὸς διπλοῦν.