Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(56) ὑπώπια δὲ αἴρει καὶ πελιώματα καταπλασσόμενα· ἄνησσον σὺν μέλιτι Ἀττικῷ, ὁμοίως ὀρίγανον, ῥαφάνου φλοιός, σάμψουχον, ταῦτα σὺν μέλιτι· σκόρδιον κεκαυμένον σὺν μέλιτι, βρυωνίας ῥίζα σὺν οἴνῳ ἐπιχριομένη, βολβὸς μετὰ λεκίθων ᾠοῦ καταπλασσόμενος, ἀψίνθιον ὁμοίως· ἄλευρον κυάμινον ἢ αἴρινον, κυμίνου σπέρμα μετὰ ἁλῶν καὶ ἐλαίου, θάλασσα πυριωμένη, θαψίας χυλὸς ἐπιχριόμενος πρὸς βραχύ, καὶ ἡ ῥίζα 〈δὲ〉 σὺν κηρωτῇ·

θέρμινον ἄλευρον σὺν ἀλφίτῳ, καλαμίνθη ἐν οἴνῳ ἑφθή, καρύου βασιλικοῦ τὸ ἐντὸς λεῖον, κύμινον ἄγριον μασηθὲν σὺν ὄξει καὶ μέλιτι ἢ σταφίδι, μαράθου σπέρμα σὺν κηρωτῇ, νᾶπυ σὺν κηρωτῇ ἢ μέλιτι, σιλφίου ῥίζα σὺν ἐλαίῳ· ἢ ὕσσωπον καταπλασθὲν καὶ ἐνδεθὲν εἰς

ὀθόνιον ἀποβαπτομένου τοῦ ἐνδέσμου εἰς θερμὸν ὕδωρ καὶ πυριωμένου τοῦ ὑπωπίου·

ἐπὶ πάντων δὲ τῶν καταχρισμάτων πυριᾶν δεῖ μετὰ τὴν ἀφαίρεσιν αὐτῶν· ἅμα γὰρ τὰ οἰδήματα καὶ τὰ πελιώματα διαφορεῖ. ἔτι δὲ καὶ τυρὸς ἁλμυρὸς καταπλασσόμενος· αἴρει γὰρ παραχρῆμα· ἐὰν δὲ μένῃ, καὶ κρομύου δεῖ μιγῆναι χυλόν. αἴρει δὲ καὶ ἄρου ῥίζα ἐπιτιθεμένη, ἢ σηπίας ὄστρακον ξυσθὲν καὶ μετὰ ὄξους καταχρισθέν, ἢ νᾶπυ ἀναλημφθὲν σὺν κηρωτῇ.