Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

ξηραινόμενα δὲ ἄλλασσε δὶς ἤ τρὶς τῆς ἡμέρας· ἢ αὐτὰ μασησάμενος τὰ φύλλα τῆς μολόχης μετὰ ἁλός· μετὰ δὲ τὸ ἀναστομωθῆναι αὐτούς, 〈αὐτῇ〉 τῇ μολόχῃ λείᾳ χρῶ μέχρι κατουλώσεως· ἢ καρύων βασιλικῶν τὸ ἐντὸς μασώμενος ἐπιτίθει, ἢ μύρτα ὡσαύτως, ἢ οἰνάνθην ὁμοίως, μυοσώτου τοῖς φύλλοις ὁμοίως μετὰ ἁλῶν 〈χρῶ〉· ποιεῖ 〈καὶ〉 στρύχνον κηπαῖον, καὶ

μάλιστα τὸ καλούμενον ἁλικάκκαβος, χαμαίζηλον, ἔχον ἐν φύσαις τὸν ἐρυθρὸν καρπόν·

ἢ λιβανωτὸς καὶ περιστερᾶς κόπρος λεῖα μιγέντα — λιθοῦται δὲ καὶ προσμένει μέχρι ἀπουλώσεως —, ἢ ἀείζωον καθ’ ἑαυτὸ καὶ μετὰ μέλιτος· στυπτηρία σχιστὴ ὡς ὅτι πλείστῃ τερμινθίνῃ ἀναλημφθεῖσα· πρόπολις καὶ τερμινθίνη καὶ χόνδρος, ἴσα ἐν σπληνίῳ, ἢ ἅλες 〈ἢ〉 μαστίχη μετὰ στακτῆς ἀναμαλαχθεῖσα, ἢ μάννα σόγχου χυλῷ γαλακτίζοντι ἀναλημφθεῖσα· ποιεῖ καὶ βάλανος δρυίνη καεῖσα σὺν ὄξει, καὶ σποδὸς ἀμπελίνη ὁμοίως, ἢ ὄροβος μετὰ μέλιτος, ἢ σῦκα ξηρὰ λιπαρὰ σὺν πίσσῃ Βρυττίᾳ ἀναμαλαχθέντα ἴσα.

(55) χαλάζια δὲ διαφοροῦσιν ὄλυνθοι ἑφθοὶ ἐπιπλασθέντες, ἢ τὰ τῆς συκῆς φύλλα.