Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(242) καύσεις δὲ ἰσχιαδικῶν ὠφελοῦσιν αὗται· σπυράθους αἰγὸς πυρώσας ἐπιτίθει ἐπὶ τὸ μεταξὺ τῶν νεύρων τοῦ ἀντίχειρος κοῖλον, ἔλαιον προυποχέας ἢ ἔριον ἐλαίῳ βρέξας, καὶ ὑποθεὶς πύρωσον, ἕως ἂν οὗ διὰ τοῦ βραχίονος ἡ αἴσθησις ἐπὶ τὸ ἰσχίον ἔλθῃ· ἢ πήλινον κυκλίσκον ποιήσας μέγεθος ἀσσαρίου βάθος δὲ δακτύλου, ἐπίθες ἐπὶ τὸν ἀλγοῦντα τόπον·

ἔρειδε δὲ κατ’ αὐτοῦ πεπυρακτωμένον καυτήριον ἄχρις αἰσθήσεως δυσανασχέτου, ἢ ἀποτείνας τὸ δέρμα κατὰ τὸν ἀλγοῦντα

τόπον διαίρει γραφίδι πεπυρωμένῃ ἐκ διδακτυλιαίου διαστήματος. Λίβυες δὲ πυραμίδα ποιήσαντες ἐκ λωτοῦ πρισμάτων καὶ θείου ἀπύρου καὶ ἐλατηρίου ἐπιτιθέασιν ἐπὶ τὸ ἀλγοῦν μέρος, προυποτιθέντες διπλοῦν ὀθόνιον ἢ ταινίδιον ἢ λεπτὸν ὀστάριον, ἐφ’ ὧν ἐπιτιθέασιν ἡμμένην τὴν πυραμίδα.

Μαρμαρίδες 〈δὲ〉 ὑγροῖς ξύλοις ἐλαίνοις περικεχυμένοις καίουσιν θερμαίνοντες αὐτά, ὥστε μὴ καίεσθαι, θερμὰ δὲ καὶ ἔνικμα γίνεσθαι. Πάρθοι δὲ μολυβδοῦν σωλῆνα ποιήσαντες ἀπύθμενον ἔχοντα ὦτα ἐπὶ τὰ ἀλγοῦντα ἐπιτιθέασι, προυποχρίσαντες τὴν βάσιν τοῦ σωλῆνος στέατι πρὸς τὸ μὴ παρεκρυῆναι τὸ ἔλαιον· περιβάλλουσι δὲ ἱματίοις ἐπιμελῶς πρὸς τὸ μὴ βλάπτεσθαι ὑπὸ τῶν ἀπορραινομένων ῥανίδων·

ἔπειτα καθιᾶσι ζεστὰ καυστήρια τεσσαράκοντα ἢ πεντήκοντα, ἄχρις ἂν οὗ αἴσθησίς τις περὶ τὸν τόπον γένηται· περιμάττουσι δὲ καὶ τὸ πρόσωπον ψυχρῷ ὕδατι διὰ τοὺς ἐκ τῆς θερμασίας ἐπιγινομένους ἱδρῶτας, καὶ διὰ τοῦτο περιβεβλῆσθαι δεῖ 〈καὶ〉 μὴ λίαν πληροῦν τὸν σωλῆνα· ὑπερχεῖται γὰρ ἐν τῇ ζέσει.

καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον, τὰ δὲ λοιπὰ ἐν τῷ ἑξῆς διελευσόμεθα.