Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(240) τὰς δὲ ἀρχομένας ἰσχιάδας ναρθηκισμὸς θεραπεύει ἄχρις ἀπαλλαγῆς, καὶ τὸ σύγχρισμα τοῦτο· σμύρνης, ἀφρονίτρου, πεπέρεως, ἰρίνου ὑποστάθμης 〈ἴσα〉, ὄξους τὸ αὔταρκες· ἢ σῦκον, νᾶπυ, νίτρον, κολοκυνθίς, ἴσα ἀφεψηθέντα καὶ συντεθέντα· ἢ θύμος ἢ θύμβρα μετὰ οἴνου καὶ ἀλφίτων, ἢ κολοκυνθίδος χλωρᾶς ὁ χυλὸς ἀναμισγόμενος, σίλφιον λεῖον

ἢ πευκέδανον σὺν ἐλαίῳ ἀνατριβόμενον, σκαμμωνίας ῥίζα σὺν ἀλεύρῳ κριθίνῳ καταπλασσομένη·

σπάρτον ἐν ὄξει βραχὲν ἐφ’ ἱκανὰς ἡμέρας καὶ κοπὲν καὶ χυλισθὲν καὶ μιγὲν νίτρῳ καὶ ἐλαίῳ καὶ συναλειφόμενον· ποιεῖ καὶ πρὸς τὰ συντεταμένα τῶν νεύρων· ποιεῖ καὶ ὁ τῶν σωματεμπόρων δρώπαξ συνεχῶς προστιθέμενος· ἔστι δὲ πίσσα ὑγρὰ μετὰ ξηρᾶς πίσσης ἑψομένη [ἢ] πρὸς ἴσην·

μήκωνος ἀγρίας φύλλα καὶ κωδύαι σὺν ἀλφίτῳ καταπλασσόμενα· δεῖ δὲ καὶ ξηραίνειν αὐτὰ μίσγοντα ἀλεύρῳ καὶ ποιοῦντα τροχίσκους ἀποτιθέναι, ἐπὶ δὲ τῆς χρείας ὄξει ἀναλύειν. ποιεῖ δὲ καὶ κρίθινον ἄλευρον μετὰ ἀφεψήματος κωδυῶν ἢ μελικράτου.

(241) πυρίαι δὲ ἰσχιάδος καὶ τῶν ἄλλων ἀλγημάτων ἱκανῶς ἐνεργοῦσι· βοὸς νομάδος πρόσφατον ἀπόπατον ἐνειλήσας φύλλοις καὶ θερμάνας ἐν θερμοσποδιᾷ ἐμπλάσας 〈τε〉 εἰς ὀθόνιον ἐπίθες· ἅλες φρυκτοὶ ἐν σάκκῳ ἢ κέγχρος 〈ἢ〉 ἀμφότερα μιγέντα ἢ ἔλυμος ὁμοίως, ἢ πίτυρα ἑφθὰ σὺν δάφνης φύλλοις καὶ ἅλμῃ ἢ θαλάσσῃ ἢ μελικράτῳ ὁμοίως εἰς σάκκον βαλλόμενα ἐκ πυκνοῦ πεποιημένου ῥάκους.