Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(240) καταπλάσσεται δὲ ἐπὶ ἰσχιαδικῶν πύρινον ἢ κρίθινον ἄλευρον ἑψηθὲν μετ’ ὀξυκράτου καὶ πίσσης, αἴρινον ἄλευρον ἑψηθὲν μετὰ μελικράτου καὶ λινοσπέρμου καὶ νίτρου καὶ σύκων ἑφθῶν, ἢ σισυμβρίου σπέρμα, κολοκυνθίδος 〈σπέρμα〉 ἴσα· μυροβάλανος σὺν μελικράτῳ καὶ αἰρίνῳ ἀλεύρῳ, τῆλις μετὰ αἰρίνου ἀλεύρου καὶ ὀποῦ συκῆς καὶ ὄξους, πίσσα σὺν ὄξει ἐν ὀθονίῳ καὶ γῦρις ἑφθή·

καλάμου φραγμίτου ῥίζα μετ’ ὄξους, καλαμίνθη μετ’ οἴνου — ἐπικαίει δὲ τὴν ἐπιφάνειαν —, λεπίδιον ὁμοίως ὡς τέταρτον ὥρας ἐπιτιθέμενον· δεῖ δὲ θερμῷ ὑποκλύζειν αὐτούς. ποιεῖ δὲ καὶ κάρδαμον σὺν ὄξει καὶ ἀλφίτοις, σελίνου φύλλα σὺν οἴνῳ ἑψηθέντα, θέρμινον ἄλευρον σὺν ὄξει.