Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(238) κλυσμοὶ δὲ ἁρμόζουσιν ἐπὶ ἰσχιαδικῶν γάρος 〈ὁ〉 ἐξ ἰχθύων ταριχηρῶν καὶ σιλούρων, ἴρεως ἀπόζεμα, Κενταυρείου τοῦ λεπτοῦ, κολοκυνθίδος, ἀριστολοχείας ῥίζης ὁμοίως ἐν ὕδατι, θλάσπιος σπέρμα λεῖον ἐνεθὲν ἢ καὶ ἑψηθὲν ἐν ὕδατι, λεοντοπετάλου ῥίζα ἀφεψηθεῖσα ἐν ὕδατι, ἅλες ἢ νίτρον σὺν μελικράτῳ, ἅλες σὺν πτισάνης χυλῷ· σπάρτον θαλάσσῃ βρέξας

ἐφ’ ἱκανὰς ἡμέρας, εἶτα ἐγκόψας καὶ χυλίσας ἔνες — αἷμα δὲ ἄγει —, κολοκυνθίδος ἐντεριώνη ἐν πιτύρων ἀφεψήματι ἀποβραχεῖσα.

ὠφελοῦνται δὲ λίαν, εἰ προεγκλύσας τις αὐτοὺς ἐξ οἴνου κλύσματι σικύους ἀγρίους ἐναποθλίψει τῷ δακτυλίῳ· αἷμα γὰρ ἄγουσι. (239) μετὰ τὸ κλύσαι ποιεῖ τὸ διὰ τοῦ νάπυος μέχρι πυρώσεως ἐντιθέμενον, μεθ’ ὃ κηρωτὴ τοιαύτη· κηροῦ ⩚α′, κυπρίνου ⩚γ′, ὀποπάνακος Γο β′ [ἐν ἄλλῳ Γο α′ ].