Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(235) καταχριόμενα δὲ ποδάγρας καὶ ἀρθρίτιδας ὠφελεῖ καὶ καταπλασσόμενα· ἄσβεστος λεία ὄξει φυραθεῖσα καὶ ἐπιτεθεῖσα — ἐπιχρίειν δὲ δεῖ ἐλαίῳ ἢ κηρωτῇ πρὸς τὸ μὴ ἑλκοῦσθαι —, ἢ ἄσβεστος καὶ ὄστρακον ἴσα μετ’ ὄξους καὶ ῥοδίνου ἀνειλημμένα ἢ ὀξυγγίου, ὀπὸς μήκωνος μετ’ ὄξους καὶ ῥοδίνου καταχριόμενος· ποιεῖ δὲ δυσκινήτους καὶ βαρεῖς τοὺς πόδας.

παραχρῆμα δὲ ποιεῖ ἀπόνους τοῦτο· φλόμου τὰ ἁπαλώτατα τῶν φύλλων μετὰ βολβῶν καὶ ἀλφίτου καὶ ὕδατος καταπλασσόμενα, καὶ κάππαρις ἣν ἐσθίομεν βραχεῖσα ἐν ὕδατι καὶ τριβεῖσα, εἶτα ἐγχλιασθεῖσα μετ’ ἐλαίου ὡς κηρωτὴ καὶ ἐν ὀθονίῳ ἐπιτεθεῖσα, αἰγίλωψ ἢ ἀείζωον σὺν κριθίνῳ ἀλεύρῳ καταπλασθέν, πράσιον μετὰ ἁλῶν, βολβοὶ μετὰ μέλιτος. αἰγείρου φύλλα ἐν ὄξει ἑφθά, αἷμα καταμήνιον καταχριόμενον·

ἀκτῆς καυλοὶ σὺν τοῖς φύλλοις λεῖοι μετὰ πρασίου καὶ στέατος, ὑοσκυάμου φύλλα, ἅλες σὺν ἐλαίῳ, ἀμόργη ἐλαίου πρόσφατος θερμὴ καταντλουμένη ἢ ἀνέψητος καταχριομένη, Ἀμμωνιακὸν σὺν πίσσῃ ξηρᾷ μαλαχθέν, ἀνδρόσακες καταπλασσόμενον, ἀπόπατος βοὸς θερμὴ καταπλασσομένη, αἰγὸς ἀπόπατος λεία σὺν ὀξυγγίῳ ἢ αἰγείῳ παλαιῷ στέατι, ἀφρόνιτρον καὶ λιβανωτὸς σὺν ὀξυγγίῳ·

σμύρνα, πευκέδανον, στύραξ, ὄπιον, ὑοσκύαμος,

ἴσα σὺν κηρωτῇ· ἄρου ῥίζα σὺν βολβίτῳ καὶ ὄξει. Περσικῶν φύλλα σὺν ὀξυγγίῳ, ἀσφοδέλου ῥίζα σὺν ἀλφίτῳ καὶ ῥοδίνῳ καὶ ὕδατι, κωνείου σπέρμα σὺν λιθαργύρῳ, λευκοίου ῥιζαι σὺν ὄξει ἑφθαί, λιβανωτίδος φύλλα σὺν ὄξει καὶ αἰρίνῳ ἀλεύρῳ, Ἄσσιος λίθος λεῖος ἐν ἐρεγμῷ μήκωνος ὀπὸς σὺν γυναικείῳ γάλακτι καὶ κρόκῳ καὶ κηρωτῇ ῥοδίνῃ μιγέντα καὶ ἐπιτεθέντα, καὶ τὰ φύλλα δὲ καὶ αἱ κωδύαι σὺν ἀλφίτῳ καταπλασσόμενα μειγνυμένων καὶ ὑοσκυάμου φύλλων·

δεῖ δὲ αὐτὰ καὶ ἀλεύρῳ κριθίνῳ ἀναλαβόντα ξηραίνειν ὡς τροχίσκους, ἐπὶ δὲ τῆς χρείας ὄξει διαλύειν· ὀποπάναξ μετὰ σταφίδος ἐδωδίμου, χελιδονίου τοῦ καλουμένου πυροῦ ἀγρίου ῥίζα λεία, σαγαπηνὸν σὺν ἐλαίῳ καταχρισθέν, σέρις μετὰ πάλης ἀλφίτου ἢ σέλινον ἢ κιχόριον ἢ ἀνδράχνη ἢ στρύχνον ἢ περδίκιον ἢ σησάμινον ἔλαιον·

σικύου ἀγρίου ῥίζα ἐν ὄξει ἑφθή, σιδήρου ἰὸς ἐν ὄξει καὶ ῥοδίνῳ, σιδήρου σκωρία ἐν ὄξει ζεσθεῖσα καὶ καταντλουμένη, σκόρδιον μετ’ ὄξους δριμέος καταχριόμενον ἢ καταπλασσόμενον σὺν ὕδατι, στέαρ αἴγειον σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ στύρακι ἢ σὺν κισσοῦ φύλλοις λείοις ἢ περδικίου, συκῆς ὀπὸς μετὰ σητανίου ἀλεύρου καὶ ὄξους, σταφίδες ἐκγεγιγαρτισμέναι μετὰ γάλακτος, ἄσφαλτος περιχριομένη μετὰ τῆς ὠμῆς λύσεως ἑφθή, τυρὸς ἁπαλὸς καταπλασσόμενος, κράμβης πικροτάτης τὰ φύλλα καυθέντα καὶ ἀναλημφθέντα κηρωτῇ κυπρίνῃ·

ποιεῖ καὶ λευκῶν ἐλαιῶν χυλὸς καταντλούμενος καὶ αἱ λευκαὶ 〈δὲ〉 ἐλαῖαι καταπλασσόμεναι· γογγύλης ἐγκρυβείσης πυρὶ καὶ ὀπτηθείσης τὸ ἔσωθεν καταπλασσόμενον λεῖον, μυροβάλανος καταπλασσομένη σὺν ἀλεύρῳ αἰρίνῳ καὶ μελικράτῳ, φῦκος ἢ βρύον θαλάσσιον,

ἔχιδνα ἑφθὴ ἐσθιομένη·

ὠφελεῖ 〈καὶ〉 μανδραγόρου ῥίζα σὺν ἀλφίτῳ καταπλασσομένη, μελισσόφυλλον ἢ πήγανον, σίνηπυ σὺν μέλιτι, βάλανος μυρεψικὴ σὺν πάλῃ ἀλφίτου, γάλα γυναικεῖον μετὰ κωνείου, γαλῆς καείσης ἡ τέφρα μετ’ ὄξους, γλήχων μετὰ ἀλφίτου, ἑλξίνη σὺν τραγείῳ στέατι ἢ κηρωτῇ, ἡλιοτροπίου τοῦ μεγάλου τὰ φύλλα σὺν τοῖς καυλοῖς, θαψίας χυλὸς καταχριόμενος πρὸς ὀλίγον, ἐφ’ ὧν τὴν ἐπιφάνειαν βούλει ῥευματίσαι·

θεῖον ἄπυρον σὺν ὕδατι καὶ νίτρον ὁμοίως, καστόριον σὺν ἐλαίῳ συγχριόμενον, κολοκύνθης ξύσματα λεῖα καταπλασσόμενα, κράμβης ὠμῆς χυλὸς μετὰ τηλίνου ἢ φακίνου ἀλεύρου καὶ ὄξους· ἢ ἀχράδες σὺν ἀλεύρῳ κριθίνῳ καὶ ὄξει, αἴρινον ἄλευρον φυραθὲν ἀφεψήματι κωδυῶν. καταντλεῖται δὲ ὠφελίμως ἐπ’ αὐτῶν γογγυλίδων σὺν ἅλμῃ ἑψηθεισῶν τὸ ἀφέψημα, θάλασσα θερμή, ἰτέας φύλλων καὶ φλοιοῦ ἀφέψημα.