Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(227) κεχαλασμένα δὲ ἄρθρα ἀκακίας χυλὸς ἀνεθεὶς ὕδατι καὶ καταντλούμενος, ἀκάνθης ἀφέψημα ἢ βάτου ἢ μυρσίνης 〈ἢ σιδίων〉 ἢ σχίνου ἢ φηγοῦ ἢ πτελέας τῶν ῥίζῶν [ἢ] τοῦ φλοιοῦ, ἐλάτη λεία μετὰ κηρωτῆς, ἔλαιον μυρσίνινον ἢ σχίνινον περιχριόμενον συνεχῶς, σίδια καταπλασθέντα, μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσινίνῃ ἐπιτιθέμενα.

(228) κόπους 〈δὲ〉 λύει ἐπιτιθέμενα· Ἀμμωνιακὸν μετ’ ὄξους καὶ κυπρίνου ἐλαίου καὶ ὀλίγου νίτρου, ἀπίου σπέρμα μετ’ ἐλαίου, δάφνινον ἔλαιον, κρόκινον, σαμψούχινον, ἀφρόνιτρον 〈ἢ〉 νίτρον σὺν ἐλαίῳ καὶ οἴνῳ καὶ ὄξει. φασὶ δὲ ἐν ταῖς ὁδοιπορίαις μὴ παρατρίβεσθαι τοὺς βουβῶνας ἄγνου ῥάβδου ἢ 〈Ἀρτεμισίας〉 τῆς θαλασσίας κρατουμένης.

(229) τετανικοῖς δὲ καὶ τοῖς ἄλλοις σπωμένοις ἁρμόζει ἐν ποτῷ μὲν γλήχων μεθ’ ἁλὸς καὶ μελικράτου, ἴρεως 〈· β′ σὺν μελικράτῳ, σάρξ ἐχίνου ἐσκελετευμένη ὁμοίως, κύπρινον ἢ καστόριον· κράμβη ἐφθὴ ἐσθιομένη, ὀξαλλίδος ῥίζα σὺν οἴνῳ, ὀπὸς σιλφίου περιπλασθεὶς κηρῷ ἀντὶ καταποτίου, σέσελι, σταφυλίνου ἀγρίου ῥίζα 〈καὶ〉 σπέρμα, ἀκάνθης λευκῆς σπέρμα.

(229) παιδίοις 〈δὲ〉 σπωμένοις βοηθεῖ δαμασωνίου 〈· α′ τῶν φύλλων ἐν μελικράτῳ, βατράχων ζωμὸς ἁλσὶ καὶ ἐλαίῳ ἠρτυμένος καὶ ἐσθιόμενος, καὶ αὐτοὶ 〈δὲ〉 οἱ βάτραχοι, καρκίνων ζωμὸς ὁμοίως, ξυλοβαλσάμου τριώβολον ἐν οἴνῳ.

(229) τοὺς δὲ προσφάτους σπασμοὺς θεραπεύει σέσελι μετὰ μελικράτου πινόμενον. (230) συγχριόμενα δὲ ἐπὶ τετάνου καὶ σπασμωδῶν τρόμων ἁρμόζει· καστόριον σὺν ἐλαίῳ, ὑπερικὸν ὁμοίως, πευκεδάνου ὀπός, πισσέλαιον, σάμψουχον σὺν ὠμῇ λύσει, κονία συκίνη σὺν ἐλαίῳ· ἁρμόζει καὶ ἔλαιον συνεχῶς καταχεόμενον κατὰ τοῦ αὐχένος, καὶ εἰς τὴν ἔμβασιν τοῦ ἐλαίου κατάβασις. ἐπιμενούσης δὲ τῆς τάσεως ἐπὶ χρόνον ἱκανὸν ὠφελοῦνται καιόμενοι τὸ κατὰ τοῦ τένοντος δέρμα.

(231)τρομώδεσι δὲ ἁρμόζει πινόμενα· καστόριον μετὰ μελικράτου, λαγωοῦ ἐγκέφαλος ἑφθὸς ἐσθιόμενος, κράμβη ἑφθὴ ἐσθιομένη, ἀλθαίας ῥίζης ἀφέψημα, δαμασωνίου φύλλων 〈· α′ μετὰ μελικράτου, Εὐπατόριον σὺν ὕδατι ἐπὶ πλεῖον πινόμενον.

(232) γλώσσης 〈δὲ〉 παραλυθείσης ἁρμόζει ὀπὸς καὶ ὀπόφυλλον μετὰ ῥοφήματος λαμβανόμενον, καὶ σταφὶς ἀγρία καὶ πέπερι καὶ σίνηπυ διαμασώμενα.

(233) παραλυτικοῖς δὲ ποιεῖ ποτά· καρδαμώμου 〈· α′ σὺν ὕδατι ἢ οἴνῳ, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ 〈· β′ σὺν οἴνῳ 〈καὶ〉 τῆς ῥίζης ὁμοίως, καστόριον ἐν ὕδατι ἢ μελικράτῳ ἢ οἴνῳ, πενταφύλλου ῥίζης χυλός, καὶ 〈τὰ〉 ἀρθριτικοῖς ἁρμόζοντα συγχρίσματα ἐπιτηδείως παραλαμβάνεται ἐπὶ παραλύσεως 〈καὶ〉 κόστος σὺν ἐλαίῳ καὶ τὰ θερμαντικὰ τῶν ἀκόπων.

(234) ποδαγρικοὺς 〈δὲ〉 καὶ ἀρθριτικοὺς πινόμενα ὠφελεῖ· ἀμώμου ἀφέψημα, ἀνδρόσακες μεθ’ ὕδατος, Κενταυρείου 〈τοῦ〉 λεπτοῦ χύλισμα, μήου ἀπόζεμα, πήγανον ἄγριον σὺν ἀνήθῳ ἀποζεσθέν, ὀπόφυλλον καὶ ὀπὸς σὺν τροφῇ λαμβανόμενος, χαμαίδρυος ἀπόζεμα, Βεττονικὴ πόα μετ’ οἴνου πινομένη· ὠφελεῖ καὶ ἐχιδνοφαγία.