Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(19)περιαπτόμενον δὲ ἱκανῶς ὠφελεῖ τοῦτο τοὺς ἐπιλημπτικούς χελιδόνων νεοσσὸν ἀνασχίσας ἐκ τῆς πρώτης νεοσσιᾶς εὑρήσεις λίθους ἐν τῇ γαστρὶ δύο, ποικίλον ἕνα καὶ τὸν ἕνα

καθαρόν. τοὺς δύο δὴ πρὶν ἢ χαμαὶ τεθῆναι ἔνδησον εἰς δέρμα γαλῆς ἢ πλατυκέρωτος ἐλάφου καὶ περίαψον τραχήλῳ ἢ βραχίονι. διηνεκῶς δὲ ἐχέτω τοῦτο, χαμαὶ δὲ μηδέποτε τίθει· λάμβανε δὲ μεταξὺ αὐξομένης τῆς σελήνης τοὺς λίθους. τοῦτο ἐὰν προσάξῃς ἐπιλημφθέντι, διεγερθήσεται.

ἀνακαλεῖται δὲ τοὺς ἐπιλήμπτους σίνηπυ μετ’ ὄξους ὀσφραινόμενον, χαλβάνη ὑποθυμιαθεῖσα. κἄν διέλῃς δὲ ἐξ οὑδηποτοῦν μέρους τὸ σῶμα αὐτῶν καὶ τῷ ἀπορρέοντι αἵματι διαχρίσῃς τὸ στόμα, εὐθέως διεγείρονται.

ἐλέγχει δὲ ἐπιλημπτικοὺς θυμιώμενα· ἄσφαλτος, γαγάτης λίθος, κέρας αἴγειον. ἐσθιόμενον δὲ ἧπαρ τράγειον, καὶ ἡ ὀσμὴ δὲ ἡ ἀπ’ αὐτοῦ ὀπτωμένου ἀναφερομένη.