Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

πίνεται 〈δὲ〉 ὠφελίμως σὺν ὀξυκράτῳ· αἰγείρου καρπός,

Ἀμμωνιακοῦ θυμιάματος 〈· α′ — αἷμα δὲ ἄγει— , πηγάνου ἀγρίου σπέρμα, ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σὺν ἐλαίῳ σιδήρου, πυτία λαγωοῦ ἢ νεβροῦ, σφονδύλιον σὺν ὕδατι· βρυωνίας ῥίζης 〈· α′ καθ’ ἡμέραν εἰς ἐνιαυτὸν λαμβανομένη, στρύχνου τοῦ τὸν καρπὸν ἔχοντος πυρρὸν ῥίζα ξηρά, βαλσάμου καρποῦ 〈· ϙ′·

ἢ φώκης πυτία μετὰ ἵππου λειχήνων, καὶ αὐτοὶ δὲ καθ’ ἑαυτοὺς οἱ λειχῆνες, ἴου ἀγρίου ἄνθος, 〈ἄνθος〉 λίθου Ἀσσίου καὶ μάλιστα ἐπὶ παιδίων· καρδαμώμου 〈· α′, λωτοῦ τοῦ δένδρου τῶν πρισμάτων ἀπόβρεγμα, πενταφύλλου φύλλα λ′ καθ’ ἑκάστην ἡμέραν ἐπὶ ἡμέρας λ′ πινόμενα καθ’ ἑαυτά. πίνεται δὲ καὶ χελώνης χερσαίας καὶ θαλαττίας αἷμα· ποιεῖ δὲ καὶ 〈αὐτὴ〉 ἑψηθεῖσα καὶ ἐκλειχομένη, ἀρνόγλωσσον ἐσθιόμενον, ὄξος σκιλλιτικὸν καταρροφούμενον, ὀπόφυλλον ἢ ὀπὸς 〈σιλφίου〉 σὺν τροφῇ λαμβανόμενος·

ἐπιρροφεῖν δὲ 〈δεῖ〉 ὑδρόμελι. ποιεῖ καὶ τοῦτο· γαλῆς κοιλίαν κορίου πληρώσας ξήρανον καὶ δίδου ἐξ αὐτῆς μεθ’ ὕδατος ἢ ὄξους, ἢ λίθον σεληνίτην ἀποξύων δίδου, ἢ μήκωνος ἀφρώδους καρποῦ ὀξυβάφου πλῆθος· ὄνυχος ὀνείου κεκαυμένου κοχλιαρίων β′ πλῆθος. ὠφελεῖ δὲ καὶ ἡ ὑπὸ τὴν γλῶσσαν φλὲψ ἐντμηθεῖσα κατὰ τὸ δεξιὸν μέρος ὡς ἐπὶ δάκτυλον, κνίδη λεία καταπλασθεῖσα, καὶ ταῖς ῥισὶ δὲ ἐντίθεται ὠφελίμως χολὴ χελώνης θαλαττίας.