Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(205)ἐλεφαντιάσεις δὲ ὠφελεῖ ἀρνόγλωσσον 〈καταπλασσόμενον〉 σὺν μέλιτι ἐπὶ τῶν ἐξοιδούντων μερῶν, ἱερὰ βοτάνη

ὁμοίως, χολὴ ἀγρίας αἰγὸς ἢ τράγου καταχρισθεῖσα· ὠφελεῖ καὶ γάλα σχιστὸν καταπινόμενον ἱκανῶς τοὺς ἐλεφαντιῶντας, ὠφελεῖ καὶ καλαμίνθη ἐσθιομένη ἢ ὁ χυλὸς αὐτῆς πινόμενος ὀρροῦ γάλακτος ἐπιπινομένου, καὶ κεδρία ἐκλειχομένη· ποιεῖ δὲ θαυμαστῶς ἵππειον στέαρ ἐπιχριόμενον τοῖς οἰδηκόσι μέρεσιν.

(206)ῥαγάδας δὲ τὰς ἐν ποσὶ θεραπεύει ἐντιθέμενα· σκίλλης τὸ ἐντὸς σὺν ἐλαίῳ ζεσθὲν καὶ ῥητίνῃ τερμινθίνῃ συλλεανθέν, καρκίνοι ποτάμιοι καέντες λεῖοι σὺν μέλιτι, πολυπο δίου ῥίζα καταπλασσομένη, κέρας αἴγειον κεκαυμένον ἀναλημφθὲν στέατι αἰγείῳ· ἢ μέλιτος λίτρα, κηρὸς καὶ ἔλαιον συντακέντα ἴσα, λιθαργύρου Γο δ′ ἑψηθέντα, ἕως ἐμπλαστρῶδες γένηται· δεῖ δὲ προπερικαθαίρειν τοὺς τύλους καὶ 〈οὕτω〉 χρῆσθαι τοῖς φαρμάκοις.