Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(204)πρὸς δὲ φαγεδαίνας ποιεῖ μὲν ὅσα καὶ πρὸς κακοήθη καὶ πονηρευόμενα ἕλκη ἀναγέγραπται, ἁρμόζει δὲ καὶ ταῦτα· ἀσφοδέλου ῥίζα μετ’ ἐλαίου ἑψηθεῖσα καὶ καταπλασθεῖσα, κνίδης φύλλα μετὰ ἁλῶν, ἅλες σὺν μέλιτι καὶ ἀλφίτῳ καέντες ἐν ὀθονίῳ, μέχρις ἀνθρακωθῶσιν·

βρυωνίας λευκῆς καὶ μελαίνης φύλλα καὶ οἱ καυλοὶ μετὰ ἁλῶν καταπλασσόμενα, συκῆς φύλλα λεῖα ἐν οἴνῳ, ἰσάτεως φύλλα ἀγρίας καὶ ἡμέρου, κάρδαμον σὺν μέλιτι. ἀνακαθαίρει δὲ Ἄσσιος λίθος σὺν κηρωτῇ, ῥοὸς βυρσοδεψικῆς φύλλα σὺν μέλιτι, σταφυλίνου ἀγρίου ῥίζα ξηρὰ καταπλασθεῖσα, στυπτηρία πᾶσα κεκαυμένη μετὰ κηκῖδος καὶ τρυγὸς ὄξους· ποιεῖ δὲ καὶ ὄξος συνεχῶς καταντλούμενον.