Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(184)τὰ δὲ ἐν τοῖς ἀκρωτηρίοις δυσαλθῆ εἰς τάξιν ἄγεται καταπλασσόμενα· μύρτα σὺν οἴνῳ, σαραπιάδος ῥίζα καταπλασσομένη, πρόπολις ἐπιτιθεμένη, σηπεδὼν καταπασσομένη ξύλου· ἀρκτίου φύλλα καταπλασσόμενα, ἀσφοδέλου ῥίζα σὺν ἀλφίτῳ, ἀστραγάλου ῥίζα ὁμοίως, βαλλωτῆς φύλλα ὁμοίως, βράθυος φύλλα ὡσαύτως, κράμβης φύλλα μετὰ τηλίνου ἀλεύρου καὶ ὄξους, λιβανωτίδος φύλλα καὶ ἡ πόα· μελισσόφυλλον ἐπιπλασσόμενον καὶ πευκέδανον, χαμαίδρυς σὺν μέλιτι, περιστερεὼν ὁμοίως, σιδηρίτιδος τῆς Ἡρακλείας φύλλα σὺν μέλιτι.

(185)σαπροκνήμους δὲ ἰᾶται καππάρεως ῥίζα καταπλασσομένη, Κενταύρειον τὸ λεπτὸν λεῖον, ὀρόβινον σὺν μέλιτι, ὄρχεως ῥίζα σὺν μέλιτι, πευκεδάνου ῥίζα ὁμοίως, πίσσα ὑγρά, ποταμογείτων ὡσαύτως, σάκχαρον ἐν μοτῷ, σηπεδὼν ξύλου χνοώδης ξηρά· σταφυλίνου ῥίζα ξηρὰ λεία σὺν μέλιτι καὶ ἀλ φίτῳ καεῖσα ἐν ὀθονίῳ μέχρις ἀνθρακώσεως·