Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(183)τὰ δὲ παλαιὰ ἀπουλοῖ πίτυος φλοιὸς σὺν κηρωτῇ μυρσινίνῃ, ἢ διφρυγὲς λεῖον καταπασσόμενον, Εὐπατορίου φύλλα λεῖα σὺν ὀξυγγίῳ, θηλυπτερίδος ῥίζα λεία, ἰξὸς σὺν λιβανωτῷ, ἰὸς μετὰ διφρυγοῦς ἴσου καὶ μετὰ κηρωτῆς μυρσινίνης, καδμεία μετὰ κηρωτῆς, Κενταύρειον 〈τὸ λεπτὸν〉 χλωρὸν λεῖον, κισσοῦ ἄνθη μετὰ κηρωτῆς·

κρίνου ῥίζα λεία σὺν ῥοδίνῳ, καὶ τῶν φύλλων καὶ αὐτὸς ὁ χυλὸς ἑψηθεὶς ἐν χαλκῷ ἀγγείῳ σὺν μέλιτι καὶ ὄξει ἔμμοτος καλλίστη ὑγρὰ γίνεται· λάδανον καὶ σμύρνα καὶ μέλι σὺν κηρωτῇ μυρσινίνῃ ἢ ἔλαιον παλαιὸν σὺν μοτῷ.