Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(178)ἀπουλοῖ δὲ τὰ πυρίκαυτα ἀγχούσης ῥίζα μετὰ κηρωτῆς ῥοδίνης ἢ μυρσινίνης ἑψηθεῖσα, ἀπόπατος σὺν ῥοδίνῃ κηρωτῇ προβατεία μιγεῖσα, περιστερᾶς κόπρος καεῖσα ἐν ὀθονίῳ

καὶ σὺν ἐλαίῳ λεανθεῖσα· λιθαργύρου 〈· α′ καὶ ἐλαίου παλαιοῦ x̊ α′· ἕψεται πυρὶ λαμπρῷ, ἕως ἂν πυροειδὲς γένηται, καὶ καταχρίεται, ἐπάνωθεν δὲ κισσοῦ φύλλα ἐπιτίθεται· ἢ κιννάβαρι μετὰ ψιμυθίου καὶ κριθῶν κεκαυμένων ἴσα μετὰ κηρωτῆς μυρσινίνης·

λιθάργυρος μετὰ στέατος αἰγείου ἀναπλασθεῖσα, ἕως ἐμπλαστρῶδες γένηται· κυκλαμίνου ῥίζα ἐγγλυφεῖσα 〈ἐλαίου〉 σὺν κηρῷ αὐτῇ ἐνεψηθέντος, μολόχης φύλλα ἑφθὰ σὺν ἐλαίῳ, μυρσίνης φύλλα κεκαυμένα σὺν κηρωτῇ, πίτυος φλοιὸς ἢ πεύκης σὺν κηρωτῇ μυρσινίνῃ, καὶ λεῖος δὲ καθ’ ἑαυτὸν ἐμπλασσόμενος, καὶ τὰ φύλλα δὲ ἐν οἴνῳ ἑψηθέντα· σεῦτλον ἑφθὸν καταπλασσόμενον, ἄσβεστος λελυμένη σὺν ἐλαίῳ· τοῦτο οὐκ ἐᾷ φλυκταινοῦσθαι καὶ τὰ εἱλκωμένα ἀπουλοῖ.