Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

ἀποστρακοῦνται γὰρ ἄχρι ἀπουλώσεως· κάσσυμα καὲν καὶ καταπασσόμενον, κόμμι μετὰ τοῦ λευκοῦ τῶν ᾠῶν καταχριόμενον, ταυροκόλλα ὕδατι ἀνεθεῖσα θερμῷ· καὶ κρίνου φύλλα ἐν οἴνῳ ἑφθὰ καὶ ἡ ῥίζα ἑφθὴ λεία σὺν ῥοδίνῳ, λειμωνίου φύλλα ὁμοίως· λιβανωτὸς ἐπιχριόμενος σὺν ὕδατι, στίβι σὺν στέατι νεαρῷ καταχριόμενον·

στυπτηρία πᾶσα σὺν ὕδατι ἢ ᾠοῦ τῷ λευκῷ, πτελέας τὸ ἐν τοῖς θυλακίοις δάκρυον καὶ τὸ ἀφέψημα τῶν φύλλων καλῶς ποιεῖ καταντλούμενον, λειχὴν ὁ ἐν ταῖς πέτραις λεῖος ἐπιτιθέμενος, συκαμίνων ἀώρων ὁ χυλός· ἢ ἀμόργη καὶ μέλι καὶ λιθάργυρος, ἴσα λειοτριβηθέντα καὶ ἑψηθέντα, ἕως μέλιτος σχῇ πάχος. καταχριόμενα δὲ μόλυβδος ἐν ἐλαίῳ ἡψημένος, ἄχρι μέλιτος σχῇ πάχος, σποδὸς συκίνη μετὰ μέλιτος, πίσση ὑγρὰ μετὰ μοτῶν.