Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(177)ἀκροχορδόνας 〈δὲ〉 τὰς ἐν παντὶ τόπῳ αἴρει ἰχὼρ πνεύμονος ὀπτωμένου καταχριόμενος, θεῖον, λιβανωτός, συκῆς φύλλα ἴσα τρίψας ἐπιτίθει προκαταντλήσας πυρῶν ἀφεψήματι· ἢ πηλῷ, ὅπου ἐὰν κύων μέλας οὐρήσῃ, κατάχριε ἢ χαμαιάκτῃ.

(178)πυρίκαυτα δὲ ἐν ἁρχῇ ὠφελεῖ, ὥστε εἰ παραχρῆμά τις χρήσαιτο μηδὲ φλυκταινοῦσθαι· μέλαν γραφικὸν ἐν ὕδατι καταχριόμενον, στυπτηρία ὑγρά, μόρων φύλλα σὺν ἐλαίῳ, ναρκίσσου ῥίζα σὺν μέλιτι, ἀκτῆς φύλλα λεῖα, ἀρκτίου φύλλα καὶ ὁ καυλὸς

καὶ αἱ ῥίζαι σὺν οἴνῳ ἑψηθέντα, φλόμου ῥίζαι καὶ φύλλα ἑψηθέντα ὁμοίως, ἐλαίας φύλλα ἑφθά, ἅλες σὺν ἐλαίῳ καταπλασθέντες, ἀνδρόσαιμον λεῖον, ἀρνογλώσσου φύλλα, ὑπερικοῦ φύλλα πρόσφατα, μολόχη λεία ἑφθὴ καὶ ὠμὴ καταπλασθεῖσα·

Κιμωλία μεθ’ ὕδατος καταχρισθεῖσα, ἐλαῖαι λευκαὶ ἐξ ἅλμης λεῖαι καταπλασθεῖσαι καὶ 〈αἱ〉 μέλαιναι 〈δὲ〉 ὁμοίως· καὶ ἑλξίνη καταπλασσομένη ἢ βάτος ἢ σχοῖνος ἢ μυρσίνη ἢ ῥόδα ἢ κύτινοι ὁμοίως, ἢ φύλλα σεύτλου ἐν οἴνῳ ἐπ’ ὀλίγον ἡψημένα, μυροβάλανος μεθ’ ὕδατος, ἑλιχρύσου φύλλα σὺν μέλιτι ἢ οἴνῳ, σμύρνα σὺν οἴνῳ καταχριομένη· κήρυκες πληρωθέντες ἁλσὶ καὶ καέντες καὶ ἐπιπλασθέντες·