Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(176)μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμους αἴρει μετὰ

κηρωτῆς ἄσβεστος λεία, διψάκου ῥίζα καταπλασσομένη λεία, ἐλατήριον μετὰ ἁλῶν λεῖον προσψαυόμενον, ἐρέβινθοι ἑφθοὶ λεῖοι καταπλασσόμενοι· φασὶ δὲ ὅτι εἴ τις κατὰ νεομηνίαν ἑκάστης ἐξοχῆς ψαύων ἑνὶ ἐρεβίνθῳ καὶ τοῦτον ἐνδεσμεύων ὀθονίῳ εἰς τοὐπίσω ῥίπτοι, ἀποπίπτειν αὐτὰς αὐτομάτας ἢ ἀφανεῖς γίνεσθαι.

ποιεῖ καὶ ἡλιοτροπίου τοῦ μεγάλου ὁ καρπὸς ἐν οἴνῳ καταπλασθείς, κλινοπόδιον μετὰ ὕδατος ἑψηθὲν καὶ ἐπιτεθέν, πήγανον σὺν νίτρῳ καὶ πεπέρει καταπλασθέν, λιβανωτὸς σὺν ὄξει ὁμοίως, ὄλυνθοι ὁμοίως μετὰ νίτρου καὶ ἀλεύρου, καὶ ὁ ὀπὸς δὲ τῆς συκῆς καταχριόμενος· σαύρας κεφαλὴ λεία ἐπιτιθεμένη, σμαρίδος ταριχηρᾶς κεφαλὴ καεῖσα καὶ καταπλασθεῖσα·

θύμος ἢ θύμβρα ἐπιπλασθέντα, ἰὸς σὺν μίσυι κεκαυμένος, τιθυμάλλου ὀπὸς καταχριόμενος, ὠκίμου φύλλα μετὰ χαλκάνθου καταπλασσόμενα, ἀμπέλου κλημάτων χλωρῶν τὸ ἀφιδρούμενον ἐν τῷ καίεσθαι ἐπιχριόμενον, προβάτου ἀπόπατος μετ’ ὄξους, χαμαισύκη λεία καταπλασθεῖσα, αἰγὸς ἀγρίας χολὴ ἢ τράγου καταχριομένη.