Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(171)τὰς δὲ ἐπινυκτίδας ἀγριελαίας ἄνθεσι κατάπλασσε, ἢ ῥάμνου ἢ ἄγνου φύλλοις σὺν μέλιτι, ἀμυγδάλοις πικροῖς σὺν οἴνῳ, προβάτου κόπρῳ καθ’ ἑαυτήν, ἀρνογλώσσῳ καθ’ ἑαυτό, σταφίδι μετὰ πηγάνου, ἀψινθίῳ σὺν ὕδατι, κορίῳ χλωρῷ λείῳ, σαμψούχῳ σὺν ὕδατι, σικύου φύλλοις ὁμοίως.

(172)πρὸς δὲ τὰ κηρία ἁρμόζει σταφὶς μετὰ πηγάνου, συκῆς φύλλα ἁπαλὰ σὺν μέλιτι, κάρδαμον σὺν μέλιτι καὶ λινοσπέρμῳ, σικύου ἡμέρου ῥίζα σὺν μέλιτι, θεῖον ἄπυρον σὺν κηρωτῇ ὀλίγῃ ἢ ῥητίνῃ τερμινθίνῃ.

(173)τὰ δὲ ἐκ τῶν ὑποδημάτων παρατρίμματα ἐπώδυνα ὄντα ἄπονα ποιεῖ καὶ ἀφλέγμαντα· πνεύμων χοίρειος ἢ ἄρνειος ἐπιτεθείς, κρόμυον σὺν ὀρνιθείῳ στέατι λεῖον ἢ ἀλφίτῳ, κασσύματα παλαιὰ καιόμενα καὶ ἐπιπασσόμενα.