Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(170)ἕρπητας δὲ ὠφελεῖ μὲν καὶ τὰ πρὸς ἐρυσιπέλατα ἀναγεγραμμένα καὶ μάλιστα ὅσα ἐπιτεταμένως στύφει κατάχριστα καὶ καταπλάσματα· ἰσάτεως φύλλα λεῖα σὺν ὕδατι καταπλασσόμενα, βάτου φύλλα ὁμοίως, ἀπόπατος αἰγὸς σὺν ὄξει ἐπιπλασσομένη, [ἢ] βηχίου φύλλα σὺν ὕδατι, μυρσίνης φύλλα σὺν ἀλφίτῳ, πενταφύλλου ῥίζα σὺν ἀλφίτῳ. σφονδύλιον λεῖον σὺν πηγάνῳ καὶ ὄξει.

καταχρίεται δὲ ὠφελίμως ἄσβεστος σὺν ὄξει ἐπὶ τῶν ἀνελκώτων, ἐὰν δὲ εἱλκωμένοι ὦσιν, σὺν κηρωτῇ· διφρυγὲς σὺν ὄξει, γῆ Kιμωλία ὁμοίως, λύκιον, πίτυος φλοιοῦ 〈· β′ μετὰ χαλκοῦ ἄνθους 〈· α′ σὺν κηρωτῇ· ἢ σηπεδόνα ξύλου λεάνας καὶ μείξας ἄνησσον λεῖον ἴσον καὶ ἔλαιον φύρα καὶ ἐνδήσας ὀθονίῳ 〈καὶ〉 καύσας λείωσον καὶ οὕτω κατάπασσε.

ποιεῖ καὶ σῶρι κεκαυμένον σὺν ὄξει, μίσυ σὺν ὕδατι, πίτυος φλοιὸς συναναλημφθεὶς κηρωτῇ κυπρίνῃ, μέλαν γραφικὸν σὺν ὄξει ἐπιτιθέμενον ἄνωθεν, κράμβης φύλλα· ἢ θείου Γο α′, λιθαργύρου Γο β′, μετὰ οἴνου λεῖα κατάχριε· ἢ σκορόδων 〈·α′, καρύων πικρῶν 〈·β′, κρόκου 〈· ς′, συλλεάνας κατάχριε· κατάντλει δὲ ὄξει ψυχρῷ.