Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(162) τραύματα δὲ πρόσφατα καὶ ἀφεστῶτα κολλᾷ καὶ κόλπους μικρύνει καὶ σφίγγει καταπλασσόμενα λεῑα· ἀείζωον, λογχῖτις, χαμαίπιτυς, Ἡρακλεία, ἐλελίσφακος, ἕλιξ ἀμπέλου, ἀναγαλλίς, ἀνδρόσαιμον, ἀρνόγλωσσον, βάτου φύλλα, ἀλόη σὺν ὄξει μετὰ μοτῶν καὶ καθ’ ἑαυτήν, ἀμόργη ἡψημένη μετὰ μοτῶν, ἀλθαίας ῥίζα σὺν οἴνῳ ἑψηθεῖσα, ἀγριελαίας 〈φύλλα〉 σὺν μέλιτι, ἀκτῆς φύλλα λεῖα, ἀριστολοχείας ῥίζα σὺν ὄξει, γλυκύρριζα πρόσφατος κοπεῖσα καὶ καταπλασθεῖσα ἢ ἑψηθεῖσα ἐν ὕδατι, ἐλαφοβόσκου ῥίζα λεία, σμύρνα σὺν ὕδατι καταχρισθεῖσα καὶ ἐπιπασθεῖσα ξηρά, λίβανος ὁμοίως·

σμυρνίου ῥίζα καταπλασσομένη, ἠριγέροντος ῥίζα σὺν ὄξει, ἰὸς σιδήρου λεανθεὶς ἐπὶ πολὺ μετ’ οἴνου καὶ σμύρνης ἐν ἡλίῳ, ἱππούριδος φύλλα λεῑα, ἰσάτεως φύλλα ἡμέρου καὶ ἀγρίας· Κενταυρείου τοῡ μεγάλου

χυλὸς τῆς ῥίζης καὶ ἡ ῥίζα Κενταυρείου τοῦ λεπτοῦ χλωρὰ λεία· κονύζης φύλλα, γῆς ἔντερα καὶ νεύρων διακοπὰς κολλᾷ λεῖα ἐπιτιθέμενα, κυκλάμινος σὺν ὄξει καὶ μέλιτι, κυπαρίσσου 〈φύλλα〉 λεῖα, λιβανωτίδος φύλλα χλωρά, Λυσιμάχειος πόα, μυριόφυλλον καταπλασσόμενον, ὄρχεως τῆς Σαραπιάδος ῥίζα, πευκεδάνου ῥίζα, πενταφύλλου φύλλα μετὰ μέλιτος, περιστερᾶς αἷμα.