Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(161) πρὸς δὲ τὰ ἐν μυκτῆρσιν ἕλκη ποιεῖ ἀμόργη ἐλαίου ἑφθὴ διαχριομένη, λύκιον ὁμοίως καὶ 〈μάλιστα〉 τὸ Ἰνδικὸν οἴνῳ ἀνεθὲν καὶ διαχριόμενον, σανδαράκη σὺν ῥοδίνῳ γλοιοποιηθεῖσα· λιθράγυρος, λιβανωτός, στυπτηρία σχιστή, ψιμύθιον, ἴσα σὺν οἴνῳ καὶ ῥοδίνῳ.

τὰ δὲ ἐν αὐταῖς σαρκώματα στέλλει καὶ ἐλασσοῖ προσαπτόμενα· ἀρσενικὸν καὶ σανδαράκη καὶ ἀσπαλάθου ῥίζα λεία, ὀπὸς σιλφίου μετὰ ᾠοῦ, χάλκανθον κεκαυμένον μετὰ οἴνου γλοιωθέν.