Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(148) παρωτίδας δὲ λύει ἐν ἀρχῇ μὲν βούτυρον ἐν ἐρίῳ ἐπιτεθέν, λινόσπερμον σὺν μέλιτι καὶ στέατι αἰγείῳ, κνίδης φύλλα σὺν ἁλσίν, ἀρνόγλωσσον 〈λεῖον〉 ὁμοίως, βαλλωτὴ σὺν στέατι χοιρείῳ παλαιῷ μετ’ ὄξους, ἐρύσιμον σὺν ὕδατι, πυρία 〈ἡ〉 διὰ θαλάσσης, ἰξὸς σὺν ῥητίνη καὶ κηρῷ, κυάμινον ἄλευρον σὺν τηλίνῳ ἀλεύρῳ καὶ μέλιτι, λαπάθου ῥίζα ἐν οἴνῳ ἑφθή, στρύχνου φύλλα μετὰ ἀλῶν, πήγανον λεῖον ἀναλημφθὲν κηρωτῇ ῥοδίνη, 2 θεἴον ἄπυρον ὁμοίως·

ἢ ῥητίνης μέρη β′, χαλβάνης μέρος α′, νίτρῳ ὡς ὅτι πλείστῳ συμμαλαχθέντα· ἢ πύρεθρον, ἢ ψιμύθιον ἢ χάλκανθον σύκῳ ἀναλημφθὲν καὶ οἴνῳ [ἀρνόγλωσσον λεῖον], ἄσβεστος μετὰ μέλιτος, γαλῆς ζώσης καείσης τέφρα μετὰ κηρωτῆς ἰρίνης, γλαυκὸς τοῦ ὀρνέου 〈ὁ〉 ἐγκέφαλος καταχριόμενος, ὄλυνθοι 〈οἱ〉 ἀπὸ ἀγρίας συκῆς ἑψηθέντες ἐν οἴνῳ λεῖοι 〈καὶ〉 καταπλασθέντες.