Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

κάλαμος ἀρωματίτης λεῖος σὺν ἀλφίτῳ, δαφχρονίδες σὺν πάλῃ ἀλφίτου, δίκταμνον σὺν ἀλφίτῳ, ἐρυθροδάνου ῥίζαι ἑφθαὶ καὶ ὠμαί, ἐλλέβορος λευκὸς σὺν ἀλφίτῳ, βάλανοι

δρύιναι ἑφθαὶ καὶ ὠμαί, ἐρύσιμον σὺν ὕδατι ἢ μέλιτι· σμυρνίου ῥίζαι, ζύμη μετὰ ἀλῶν, ἰξὸς σὺν ῥητίνη καὶ κηρῷ ἴσοις, πυρία ἡ διὰ θαλάσσης, κάρδαμον λεῖον, κρίθινον μετὰ συκίνης σποδιᾶς ἢ 〈στυπτηρίας〉 σχιστῆς, λεοντοπόδιον λεῖον μετὰ ἀλφίτου, λιβανωτίδος ῥίζα καὶ φύλλα, λινόσπερμον σὺν μέλιτι καὶ στέατι αἰγείῳ, μελάνθιον σὺν ὄξει·

ἐρεβίνθου ῥίζα ἑφθή, στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων σὺν λιβανωτῷ, τραγορίγανον σὺν ἀλφίτῳ, τρὺξ οἴνου μετὰ ἀλφίτου ἢ κριθίνου καὶ μάννης ἐν οἴνῳ ἑψηθεῖσα, φλόμου φύλλα ἑφθά, ψυλλίου σπέρμα λεῖον· σῦκα ξηρὰ σὺν νίτρῳ ἢ ἀσβέστῳ ἢ ἴριδι, πενταφύλλου ῥίζα ἐν οἴνῳ ἑφθή, σκίλλα ὀπτή, διὰ τετάρτης δὲ 〈δεῖ〉 λύειν· σικύου ἀγρίου ῥίζα ἑφθὴ καταπλασσομένη, μυὸς ὠτὶς μετὰ κηρωτῆς ῥοδίνης, ἑλξίνη ὁμοίως καὶ ὁ ἐπὶ τῶν τελμάτων φακὸς λεῖος.