Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(140) τὰς δὲ φλεγμονὰς τῶν μαστῶν παρηγορεῖ ἀσφοδέλου ῥίζα καὶ τὰ φύλλα ἐν οἴνῳ ἑφθὰ καταπλασσόμενα, βακχάριδος φύλλα καταπλασσόμενα.

(141) τὰς δὲ τῶν διδύμων φλεγμονὰς ἰᾶται τρὺξ οἴνου μεθ’ ἀλῶν καταπλασθεῖσα, ὑοσκυάμου καρπὸς μετὰ οἴνου λεῖος ἢ Κιμωλία σὺν ὄξει καὶ ῥοδίνῳ γλοιώδης καταχριομένη· ὁμοίως ἀστὴρ Σάμιος καταχριόμενος ἢ λίθος γεώδης σύν ὕδατι ἤ ἐρεβίνθων ἄλευρον ἐν μελικράτῳ ἑψηθέν, ἐρέβινθοι ἑφθοὶ καταπλασσόμενοι, ἠριγέροντος ἄνθος σὺν γλυκεῖ καὶ ἡ πόα καταπλασσομένη καὶ οἱ πάπποι ὁμοίως·