Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(138) κατασπᾷ δὲ γάλα πλεῖον ἱππομαράθου ἢ μαράθου ἀφέψημα μετὰ οἴνου πινόμενον· κάχρυ, ἐρέβινθος, ὤκιμον, μολόχη,

ἄνηθον συνεψηθέντα ῥοφήματι, κιρκαίας καρπὸς ὁμοίως, μελάνθιον ὀλίγον πινόμενον ἐφ’ ἱκανὰς ἡμέρας καὶ 〈ἐν〉 ῥοφήματι δὲ λαμβανόμενον, ὀνώνιδος ῥίζα σὺν ῥοφήματι ἑψηθεῖσα καὶ λαμβανομένη· γλαυκὸς τῆς βοτάνης τοὺς καυλοὺς καὶ τὰ φύλλα καὶ τὰ ἄνθη ἑψήσας ἐν ῥοφήματι δίδου·

ἁλίμου χυλίεσματος ἢ σόγχου ἢ βουγλώσσου ἢ θρίδακος δίδου κυάθους β′ καὶ ὑδρομέλιτος κύαθον ἔνα ἐπὶ ἡμέρας ζ′, καὶ ἐναφεψηθέντα δὲ τὰ λάχανα 〈ταῦτα〉 κυαμίνῳ ἀλεύρῳ καὶ λαμβανόμενα ποιεῖ· πολύγαλον πινόμενον καὶ πρασίου πόας τὰ φύλλα ἐσθιόμενα. (139) καταπλασσόμενα δὲ γάλα κατασπᾷ σὺν ἀλεύρῳ κριθίνῳ μάραθον, μελάνθιον, κριθῶν βεβρεγμένων 〈χυλὸς〉 σὺν ἀνδράχνῃ, κηρὸς καὶ σμύρνα καὶ στέαρ χήνειον καὶ θεῖον μιγέντα· πτελέας φύλλα, ταύρου χολὴ καὶ ἧπαρ, σπλὴν ὄνου σὺν ὄξει.