Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(125) πρὸς δὲ τὰ κνησμώδη ἐξανθήματα ἁρμόζει καταχριόμενα· διφρυγὲς σὺν ὄξει, ἰὸς σιδήρου σὺν ὄξει, συκαμίνου ῥίζα σὺν ὄξει, μίσυ σὺν ῥοδίνῳ, μολύβδαινα σὺν ὄξει, ὁπλαὶ αἰγῶν κεκαυμέναι σὺν ὄξει, στυπτηρία πᾶσα σὺν μέλιτι ἑψηθεῖσα, πήγανον σὺν ἁλσὶν καὶ ἐλαίῳ, ἢ ψιμύθιον καὶ λιθάργυρος σὺν ὄξει·