Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(124)τοὺς δὲ περὶ τὰ αἰδοῖα 〈κνησμοὺς θεραπεύει〉 θάλασσα

πυριωμένη, θεῖον ἐπιπασθέν, νίτρον [ἐν] ἐλαίῳ καὶ ὄξει καὶ σταφίδι ἀγρίᾳ καὶ στυπτηρίᾳ συλλειούμενον 〈καὶ〉 ἐν βαλανείῳ καταχριόμενον, μάλιστα ἐπὶ τῶν διδύμων· καὶ τρὺξ ὄξους ξηρὰ τριβεῖσα σὺν οἴνῳ ἐγκαταχριομένη διδύμοις· ἐγκατάχριε δὲ μετὰ ταῦτα ᾠοῦ τὸ λευκὸν μετὰ μέλιτος.