Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(122)ἰδίως δὲ ἰόνθους αἴρει κρίνου ῥίζα ἐν σμήγματι, κυκλαμίνου ῥίζα σὺν μέλιτι, ναρκίσσου ῥίζα ὁμοίως· σηπίας ὀστράκου [ὁμοίως] κεκαυμένου μέρη β′, βαλάνου μυρεψικῆς μέρος α′, λεῖα σὺν ὕδατι καταχριόμενα, καὶ ξηραινόμενα δὲ νότιζε, μετὰ δὲ ἓξ ἡμέρας πυρία· ἄλευρον σητάνιον μετ’ ἐλαίου καταπλασθέν, γλήχων κηρωτῇ ἀναλημφθεῖσα, σμύρνα μετὰ κασσίας καὶ μέλιτος, κρομύου χυλὸς σὺν σποδίῳ, μολύβδαινα σὺν ὄξει, σῶρι σὺν ὄξει κεκαυμένον.

(123)τοὺς δὲ ψωρώδεις καθ’ ὅλου τοῦ σώματος ἢ περὶ μέρος κνησμοὺς θεραπεύει καταχριόμενα· σταφὶς ἀγρία μετὰ σανδαράκης καὶ ἐλαίου καὶ ὄξους προεψηθεῖσα καὶ λειοτριβηθεῖσα, στυπτηρία ὑγρὰ μετὰ μέλιτος ἑψηθεῖσα καὶ 〈μετὰ〉 σμύρνης καταχριομένη, ἅλες σὺν ὄξει καὶ ἐλαίῳ συγχριόμενοι, ἄχρις ἂν ἐξιδρώσωσιν· νᾶπυ μετ’ ὄξους, μυροβαλάνου πίεσμα μετ’ ὄξους καὶ ὀλίγου ἐλαίου, λαπάθου ἀγρίου τὸ ἀφέψημα ὀρόβου ἀφέψημα ἢ ὀριγάνου ἢ γλήχωνος καταντλούμενον, γάλα σχιστὸν πινόμενον.