Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(121)αἴρει 〈δὲ〉 τὰς ἐφηλίδας ἄρου ῥίζα μετὰ μέλιτος, μυροβάλανος καταχριομένη σὺν οἴνῳ, βολβοὶ ὠμοὶ καθ’ ἑαυτοὺς ἢ σὺν ᾠοῦ λεκίθῳ καὶ [σὺν] ὄξει ἢ μέλιτι, ἢ κεκαυμένοι μετὰ ἁλκυονίου μάλιστα ἔφηλιν ἀποκαθαίρουσιν· χαλβάνη σὺν ὄξει καὶ νίτρῳ μάλιστα φακοὺς αἴρει, κόμμι σὺν νίτρῳ καὶ μέλιτι.

καὶ ἰδίως δὲ μᾶλλον ἐφηλίδας αἴρει ἐλλεβόρου λευκοῦ μέρη β′ μετὰ μέλιτος, ἐλατήριον καταχριόμενον, κασσία σὺν μέλιτι, κινάμωμον ὁμοίως, κράμβης σπέρμα σὺν ὄξει, ὀρόβινον 〈ἄλευρον〉, ῥαφάνου φλοιὸς σὺν αἰρίνῳ ἀλεύρῳ· ἢ κάρδαμον καταπλασσόμενον δι’ ὅλης 〈τῆς〉 νυκτὸς ἐπὶ ἡμέρας ε′, ἕωθεν δὲ ἀπόπλυνε τὰ κνυσθέντα· θαψίας ῥίζα σὺν μέλιτι, κισσοῦ φύλλα σὺν οἴνῳ ἑφθά, κρότωνος καρπὸς καταπλασθεὶς ἐπὶ ἡμέρας τρεῖς.