Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(116)στίγματα δὲ ἐξαίρει βατράχειον καταπλασθέν, καππάρεως

φύλλων χυλὸς ὁμοίως, μανδραγόρου ἐπὶ ἡμέρας δ′ παρατριβόμενος, ἢ τὰ φύλλα τοῦ μανδραγόρου ταριχευθέντα ἐν ἅλμῃ καὶ περιχριόμενα ἐπὶ ἡμέρας μ′ ἢ ν′· ὁμοίως πόα 〈ἡ〉 καλουμένη στατικὴ παρατριβομένη, ἢ σικύου ἀγρίου ῥίζα ἑψηθεῖσα ἐν μελικράτῳ λεία ἐπιχριομένη, ἢ ψιμύθιον ἐν ὄξει καταχριόμενον· χρόνῳ δὲ αἴρει τοῦτο.