Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(115)τὰς δὲ ἐκ λειχήνων οὐλὰς καὶ τὰς ἄλλας δὲ ὁμοχρόους ποιῆσαι 〈δύναται〉 ὄνειον στέαρ καταχριόμενον, εὐζώμου σπέρμα λεῖον μετὰ χολῆς αἰγείας ἢ προβατείας ἢ βοείας καταχριόμενον, εἶθ’ ὅταν ξηρανθῇ ἀποτριβόμενον, καὶ 〈ὁ〉 ἐκ τοῦ λαχάνου δὲ τοῦ εὐζώμου χυλὸς ἐπιχριόμενος σὺν λιθαργύρῳ· ἢ σικύου ἀγρίου ῥίζαν ἑψήσας ἐν μελικράτῳ καὶ λεάνας ὡς κηρωτὴν ἐπίχριε ὁμοίως· ἢ λιθαργύρου μέρη β′, θείου ἀπύρου μέρος α′, ἀναλαμβάνων εὐζώμου χυλῷ ἐπίχριε, εἶτα ἀπότριβε ἐν βαλανείῳ, καὶ μετὰ τὸ λούσασθαι ἐπίχριε λιθάργυρον σὺν εὐζώμου χυλῷ.