De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

ἢ λαβὼν 7 τῆς ἀργυρίτιδος μνᾶν μίαν λέανον ἐπιμελῶς, καὶ τρίψας μεῖξον ἀλῶν τριπλάσιον λείων ὀρυκτῶν, καὶ βάλε εἰς καινὴν χύτραν, ἐπιχέας τε ὕδωρ ὥστε ὑπερέχειν κίνει ἑκάστης ἡμέρας πρωὶ καὶ δείλης, προσεπιχέας ὕδωρ μηδὲν τοῦ πρώτου ἀποχέων, καὶ ποίει τοῦτο ἐπὶ ἡμέρας τριάκοντα· μὴ κινουμένη γάρ ἀποστρακοῦται.

μετὰ δὲ ταῦτα ἀποχέας πραέως τὴν ἅλμην, ἐν Θηβαικῇ θυίᾳ τὴν 8 λιθάργυρον λέαινε, καὶ βαλών αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον ἐπιχέας τε ὕδωρ κίνει ταῖς χερσὶν ἐπιμελῶς, ἀποχέων τὸ πρῶτον καὶ ἕτερον ἐπιχέων, ἄχρι οὗ ἂν μηδεμίαν ἔμφασιν τῆς ἁλυκότητοςο ἔχῃ· εἶτα ἀποχέας τὸ λευκὸν τῆς λιθαργύρου εἰς ἄλλο ἀγγεῖον ἀνάπλασσε τροχίσκους καὶ ἀπόθου εἰς μολυβῆν πυξίδα.

οἱ δὲ καταθραύσαντες εἰς μεγέθη κυάμων τὴν λιθάργυρον 9 καὶ βαλόντες εἰς χοίρειον κοιλίαν ὠμὴν ἕψουσιν ἐν ὕδατι, [*](1 post λιθάργυρον add. βρέχε E πλύνον ἐπιχέας ὕδωρ βιαίως Di προσθλίβων Orib. 2 ἀνελόμενος καὶ ξηράνας αὐτὴν Orib.E 3 ὕδωρ θερμὸν παραχέων Orib.: θερμὸν ἐπιχέων ὕδωρ E 4 post ὕδωρ add. ἄλλο ἐπίχεε· πάλιν δὲ E post ἡμέρας add. τοῦτο ποιήσας E 5 ἐπίχει καὶ ἄφιε Orib. διήθει· τρὶς δὲ τῆς ἡμέρας τοῦτο ποιήσας πάλιν τρίβε διʼ ὅλης τῆς ἡμέρας· τοῦτο ποιῶν ἐπὶ ἡμέρας 𝔮 ἢ ξ E 6 τρεῖς P ἑπτά] ζ Di: ἕξ Orib. εἶτα] superscr. E2: τοῦτο FA 7 τὴν μνᾶν Di τῆς] τοῦ O οὐγγίας ε´ H 9 ἄχρις Orib. 10 ἂν om. ODi τῆς λευκότητος Orib. ἔχει F: σχεῖ E ἐν addidi ex Orib. 11 προσεκβάλλων Orib.: προ///εκβαλὼν corr. E2 (προσεμβαλὼν E?) ἢ] εί δὲ μὴ μνᾶν (μίαν add. Di) λαβὼν EDi 13 τριπλάσιον ἁλῶν ὀρυκτῶν E βάλλε F χύτραν ὡς τὸ ὕδωρ ὑπερέχειν αὐτῷ FA 14 τε] τὸ D post ὑπερέχειν add. αὐτῷ H 15 προσεπιχέων QEDi: προεπιχέας P 16 λ QLEDi κινούμενον E: κινουμένου QL 17 post ἅλμην transpos. λέαινε E 18 κεράμεον E 19 τὸ α´ FL 20 post ἐπιχέων add. καὶ κινῶν τὴν χύτραν καθαπερεὶ μακρὰν ἀπηθῶν αἰεὶ τὸ πρῶτον, ἕτερον δὲ ἐπιχέων E ἄχρις οὗ ἂν FL: ἄχρις ἂν HDi: ἄχρι ἂν E τῆς om. HDi 21 ἔχει E 22 καὶ ἀναπλάσας E ἀποτίθου (om. καὶ) E μολιβεῖν E: μολυ(vel ι)βδίνην QLDi 24 βαλλόντες F χοιρίαν E)

60
ἄχρι οὖ ἂν τακερωθῇ τὸ σπλάγχνον, εἶτα ἐξελόντες καὶ μετὰ ἴσων ἁλῶν τρίψαντες πλύνουσιν, ὡς προείρηται. ἔνιοι δὲ ἁλῶν λίτραν μίαν καὶ λιθαργύρου τοσοῦτο τρίβουσιν ἐν ἡλίῳ μεθ᾿  ὕδατος συνεχῶς ἀποχέοντες, ἄχρι ἂν λευκὴ γένηται.

10 ἢ καὶ οὕτως· λαβὼν τῆς λιθαργύρου ὅσον ἂν θέλῃς καὶ εἰλήσας ἐρίοις λευκοῖς κάθες εἰς κεραμεᾶν καινὴν χύτραν, ἐπιδούς τε ὕδωρ καὶ κυάμων καθαρῶν καὶ νέων δράκα μίαν ἕψε· ὅταν δὲ οἱ κύαμοι διαρραγῶσι τό τε ἔριον μελανθῆ, ἐξελὼν τὴν λιθάργυρον καὶ ἑτέρῳ ἐνειλήσας ἐρίῳ ἐκ δευτέρου ἕψε, καθαρὸν ἐπιδοὺς ὕδωρ κυάμων τε τὸ ἴσον πλῆθος.

11 καὶ τὰ αὐτὰ ποίει τοῖς προειρημένοις τρίτον καὶ καθόλου, ἕως τὸ ἔριον μηκέτι βάπτηται, λοιπὸν κατεράσας εἰς θυίαν πρὸς δραχμὰς π´ Ἀττικὰς τῆς λιθαργύρου μεῖξον ἁλὸς ὀρυκτοῦ λίτραν μίαν καὶ λέαινε· διαλιπὼν δὲ ἐπίδος νίτρου ὡς λευκοτάτου διειμένου μεθʼ ὕδατος ὁλκὰς μζ´ καὶ πάλιν τρῖβε, ἄχρι ἂν ἡ λιθάργυρος ἱκανῶς λευκὴ γένηται, οὕτως τε κατεράσας αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καὶ προσεπιχέας δαψιλὲς ὕδωρ ἐάσας τε καταστῆναι, τὸ μὲν ἀπήθησον, ἕτερον δὲ ἐπιδοὺς ὕδωρ καὶ ταῖς χερσὶν ἀναταράξας πάλιν ὑποστῆναι ἄφες καὶ ἀπήθησον.

12 ἐναλλὰξ δὲ τὰ προειρημένα ποίει, ἕως καθαρὸν ἄγαν τὸ ἀπορρέον ὕδωρ καὶ γλυκὺ καὶ ἁλυκότητος ἀμέτοχον γένηται. ἐπὶ πᾶσιν δὲ κατεράσας αὐτὴν εἰς λοπάδα [*](2 EXC. Orib. XIII s. v. (ἔνιοι — γένηται).) [*](1 ἄχρις οὗ ἂν FL: ἄχρις ἂν HDi: ἄχρι ἂν οὗ E τακηροθῆ E 3 μίαν] ᾱ Di μίαν λίτραν ἁλῶν Orib. τοσοῦτο P: τοσοῦτον QDi: λίτραν Orib.: λίτραν μίαν E 4 ἀποχέαντες E ἄχρις ἂν HDi: μέχρι ἂν E λευκὸν HDi ἔτι λευκαίνεται καὶ οὕτως E 5 οὕτω HDi ὅσον θέλεις Di 6 καὶ θεὶς LDi χύτραν καινὴν Q 7 δράκαν E 8 οἵ τε E λεανθῇ Di 9 post λιθάργυρον add. καὶ ἐπιδοὺς ὅδωρ Q ἐνειλήσας E: εἰλήσας cett. 10 καθαρὸν — ὕδωρ om. Q: κύαθον ἐπιδοὺς ὅδατος Di, mg. add. H2 καὶ κυάμων τε E 11 post αὐτὰ del. δὲ E2 post προειρημένοις coll. ἐπιμελῶς ποίει καὶ δεύτερον καὶ E ἐκ τρίτου Di 12 καὶ τὸ λοιπὸν Di, at cf. D. V 89, 2 κατακεράσας F: κατερράσας H 13 ὀγδοήκοντα ⋖ ⋖ E: π Di τῆς om. Di μεῖζον PL 14 μίαν] β H διαλειπων P δὲ] τε EDi ὡε ὅτι E: πάνυ Di 15 διειλημμένον Q ἐν ὕδατι E 16 ἄχρι ἂν PE: ἄχρις ἂν reliqui ἱκανῶς om. LDi οὕτω HDi τε] δὲ EDi κατακεράσας QLA (γγίσας superscr. A2): καταγγίσας Di 17 πλατύστομον ἀγγεῖον EDi 19 τῇ χειρὶ O πάλιν ἐάσας καταστῆναι ἀπήθησον Di 20 τοῖς προειρημένοις HDi ἕως ἂν QL, ἂν om. PE 21 γλυκύτητος E 2"γένηται] ᾖ E κατερράσας H: κατακερράσας A)

61
κεραμεᾶν καινήν, ἀπηθημένου παντὸς πράως τοῦ ὑγροῦ, θὲς ἐν ἡλίῳ ἐπὶ ἡμέρας τεσσαράκοντα ὑπὸ κύνα καὶ ξηράνας χρῶ.

δοκεῖ δὲ ἡ πεπλυμένη ἁρμόζειν εἰς τὰ ὀφθαλμικὰ καὶ οὐλὰς ἀπρεπεῖς καὶ ἐρρακωμένα πρόσωπα καὶ σπίλων ἔμπλεα.