De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

88 ψιμύθιον δὲ γίνεται οὕτως· εἰς πιθάκνην πλατύστομον ἢ κεραμεᾶν γάστραν ἐγχέας δριμύτατον ὄξος ἀπέρεισαι μολυβδίνην πλίνθον ἐπὶ τὸ στόμα τοῦ κεραμίου, προυποκειμένου καλαμίνου ῥίπου, ἄνωθέν τε αὐτῆς ἐπίρριψον σκεπάσματα πρὸς τὸ μὴ διαπνεῖσθαι τὸ ὀξος· ὡς δʼ ἂν καταρρυεῖσα διαπέσῃ, τὸ μὲν ἐπαιωρούμενον καὶ καθαρὸν ὑγρὸν ἀπηθητέον, τὸ δὲ γλοιῶδες εἰς ἀγγεῖον ἐγχυτέον καὶ ξηραντέον ἐν ἡλίῳ.

εἶτα ἀλεστέον ἐν χειρομυλίῳ ἢ λεαντέον ἄλλως καὶ σηστέον, 2 καὶ μετὰ ταῦτα τὸ λοιπὸν τοῦ στερεμνίου λεπτοποιητέον καὶ σηστέον, ἐναλλάξ τε τὰ αὐτὰ καὶ τρίτον καὶ τέταρτον ποιητέον. ἄμεινον δέ ἐστι τὸ πρῶτον ἀποσησθέν, ὃ καὶ εἰς τὰς ὀφθαλμικὰς παραλημπτέον δυνάμεις, δευτερεύει δὲ τὸ ἐχόμενον καὶ κατὰ τάξιν τὰ λοιπά.

τινὲς δὲ κατὰ μέσον τὸ ἀγγεῖον κατερείσαντες 3 ξύλον, τὸν ῥῖπον ἐπιτιθέασιν ὡς μὴ ψαύειν τοῦ ὄξους, τὸ δὲ στόμα αὐτοῦ πωμάσαντες καὶ περιχρίσαντες ἐῶσι καὶ [*](3 EXC. Orib. XIII s. v. (δοκεῖ — ἔμπλεα).) [*](5 SIM. Th. lap. 56; Vitr. VII 12; Pl. XXXIV 175 (e S. N.).) [*](5 EXC. Orib. XIII s. v. (ψιμύθιον — καδμείᾳ); cf. Gal. XII 243. Aet. II 82 Ps. Gal. simpl. s. v. cerusa.) [*](2 ἑφ᾿ ἡμέρας μ (deinde 3 litt. del. E2) E ἐπὶ om. Di μ Di post κύνα c. 7 litt. del. E2 χρῶ] ἀπόθου E 3 ἡ om. Orib.E 4 post ἀπρεπεῖς add. καὶ ἐσχαρομένας E ῥερακκωμένα E) [*](5 num. cap. ψνβ´ O: ψνη Di: 𝔮ε E tit. περὶ ψιμμιθίου HDi ψιμύθιον POrib.: ψιμίθιον E: ψιμμύθιον F: ψιμμίθιον HDi δὲ om. L 6 ἢ om. PL εἰς κεραμέαν QDi γάστραν om. Q ἀπέρεισον QLDi μολιβίνην Orib.E) [*](7 τὸ om. H κεραμέου H: ἀγγείου Orib. 8 ῥίπου καλαμίνου Orib. ῥύπου QL (ψαθίου superscr. H2): ψιαθίου EDi, cf. D, I 45, 1 9 διαπνεῖν Orib. ὡς δʼ ἂν P: ἕως ἂν E: ὡς ἂν reliqui, cf. Biaβ, Gr. d. N. T. 278 καταρρουεῖσα διαπέσῃ P: διαλυθεῖσα καταρρυῆ E: διαλυθεῖσα καὶ διαρεύσασα καταπέσῃ Orib.: διαλυθῇ καὶ συγκαταρρυεῖσα ὄιαπέσῃ HDi 10 καὶ τὸ μὲν Orib.DiH2: τὸ μὲν bis habet P αἰωρούμενον Orib. ἢ καὶ E: καὶ om. Orib. ἀπωθητέον L: ἀπήθει HDi 11 τὸ γλοιῶδες δὲ HDi εἰλυῶδες E: ἱλυῶδες Orib. ξηραντέον] θετέον E 12 ἐν om. Orib. χειρομύλωνι Q: χειρομήλωνι Di ἢ om. E ἄλλως] καλῶς Orib.E 13 καὶ (pr.) — σηστέον om. Di μετὰ δὲ ταῦτα (καὶ om.) Orib. πάλιν τὸ λοιπὸν τοῦ τελαμνίου E: πάλιν τὸ στερέμνιον Orib. 14 τε] δὲ E ταῦτα Orib.L V καὶ δ Orib. 15 πρῶτον] α´ F 16 παραβληθέον PL 17 τοῦ ἀγγείου Di ἐρείσαντες Orib.: κρεμῶσι Di 18 ξύλον addidi e Di καὶ ἐπὶ τὸ καλούμενον ῥίπον Di ῥύπον QL: τὸ πλινθίον ἢ τὸν ῥύπον E μὴ] μικρὸν QL 19 καὶ περιχρίσαντες om. Orib. ἐως P)

62
διὰ ι´ ἡμερῶν ἀφαιρούμενοι τὸ πῶμα ἐπισκοποῦνται· ὅταν δὲ διαλυθῇ, τὰ ἄλλα ποιοῦσιν ὁμοίως τοῖς προειρημένοις. εἰ δὲ ἀναπλάσαι θέλοι τις αὐτό, ὄξει δριμεῖ φυρατέον καὶ οὕτως ἀναπλαστέον καὶ ξηραντέον ἐν ἡλίῳ.

4 θέρους μέντοι ἐργαστέον τὰ προειρημένα· οὕτως γὰρ λευκὸν καὶ ἐνεργὲς γίνεται. σκευάζεται δὲ καὶ χειμῶνος, τῶν πιθακνῶν ὑπεράνω τῶν ἰπνῶν τῶν βαλανείων τιθεμένων ἢ καμίνων· ἡ γὰρ ἀναφερομένη θερμασία τὸ αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δὲ ἡγητέον τὸ ἐν Ῥόδῳ σκευασθὲν ἢ ἐν Κορίνθῳ ἢ ἐν Λακεδαίμονι, δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας.

5 ὀπτητέον δὲ αὐτὸ τὸν τρόπον τοῦτον· ἐπ᾿  ἀνθράκων πεπυρωμένων θεὶς ὄστρακον καινόν, μάλιστα Ἀττικόν, ἔμπασον λεῖον τὸ ψιμύθιον καὶ κίνει συνεχῶς· ὅταν δὲ τῇ χρόᾳ ἔνσποδον ὑπάρχῃ, ἀνελόμενος ψῦχε καὶ χρῶ. καῦσαι δὲ θέλων εἰς λοπάδα κοίλην λεῖον ἀπόδος, ἐπιθείς τε ἐπὶ τοὺς ἄνθρακας νάρθηκι κίνει, ἕως ἂν τὴν χρόαν ἐοικὸς σανδαράκῃ γένηται καὶ ἀνελόμενος χρῶ.

6 τὸ δὲ οὕτως σκευασθὲν σάννδυξ ὑπό τινων προσαγορεύεται. πλύνεται δὲ τὸ ψιμύθιον ὁμοίως τῇ καδμείᾳ. δύναμιν δὲ ἔχει ψυκτικήν, ἐμπλαστικήν, μαλακτικήν, πληρωτικήν, λεπτυντικήν, ἔτι δὲ πράως κατασταλτικὴν ὑπεροχῶν καὶ κατουλωτικήν, μειγνύμενον κηρωταῖς καὶ λιπαραῖς ἐμπλάστροις καὶ τροχίσκοις· ἐστι δὲ καὶ τῶν ἀναιρετικῶν.