De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

εἶτα μείξας 6 τῇ μνᾷ τῆς λιθαργύρου ἀλῶν ὀρυκτῶν ⋖ ε´, θερμόν τε παραχέων λέαινε τρὶς τῆς ἡμέρας, ἀπηθῶν καὶ μειγνὺς ὕδωρ. ὅταν δὲ λευκὴ γένηται, θερμὸν ἐπιχέων τὸ αὐτὸ ποίει, ἄχρι ἂν μηδεμίαν ἔμφασιν ἁλυκότητος ἔχῃ, καὶ ξηράνας ἐν ὀξυτάτῳ ἡλίῳ προεκβάλλων τὴν ἰκμάδα ἀποτίθεσο.

ἢ λαβὼν 7 τῆς ἀργυρίτιδος μνᾶν μίαν λέανον ἐπιμελῶς, καὶ τρίψας μεῖξον ἀλῶν τριπλάσιον λείων ὀρυκτῶν, καὶ βάλε εἰς καινὴν χύτραν, ἐπιχέας τε ὕδωρ ὥστε ὑπερέχειν κίνει ἑκάστης ἡμέρας πρωὶ καὶ δείλης, προσεπιχέας ὕδωρ μηδὲν τοῦ πρώτου ἀποχέων, καὶ ποίει τοῦτο ἐπὶ ἡμέρας τριάκοντα· μὴ κινουμένη γάρ ἀποστρακοῦται.