De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

9 τινὲς δὲ ξηράναντες αὐτήν, ἐφ᾿ ὅσον ἐνδέχεται, ⟨καὶ⟩ ταῖς χερσὶ λεάναντες μεθʼ ὕδατος καὶ μελιτώδη τὴν σύστασιν ποιήσαντες [*](3 EXC. Orib. XIII s. v. (ἀρίστην — ξηράνας ἀποτίθεσο), unde Aet. II 196, cf. Orib. Syn. II 56 (V 82 D.).) [*](1 ἔμπλεων (ut videtur) QDi: ἔμπλεον PE (corr. E2) εἶναι ἐν τῇ QDi 3 ἔν τε ὄξει P: ἔν τε (δὲ Orib. V 82) τῷ ὄξει Orib.: ἐν τῷ ὄξει reliqui 4 μὲν om. Orib. χαλκοῦ ἔχουσαν E ἰάζουσαν Orib.: colorem eraminis (i. e. eruginis) habet Dl: χρόαν δὲ ὥσπερ ἰώδη Aet.: πισσίζουσαν OEDi: corr. Sar. 5 βορβορύζουσαν PE ἐν om. Orib. 6 ἡ ἄδολος post ἐπιζειῖ transpos. Q ἡ om. Di ἐπιίζει ODi: ἐπιάζει Orib.E: corr. γινομένη Orib.EQDi 7 εἰρημένοις Orib. 8 ἣ (alt.)] καὶ Orib. θαλαττίοις E ἢ (tert.) om. Orib. 9 ὀλύνθοις τε Orib. 11 τοιούτων PE: τοιούτου Q: τούτωι Orib.Di 12 τοῦτον τὸν τρόπον Q 13 ἐν om. Orib.E ἔχοντι POrib.E: ἔχοντα QDi: ἔχουσαν vulgo 14 πεφυρομένην P 15 μεταφέρων E οῦτω Orib.HDi 16 τὸ νόστιμον E ὑπορρυήσεται Orib.: ὑπεκρυήσεται E 17 ἅπαν Orib.E μένει Orib. εἶτ᾿ ἐάσας Orib.E 18 τὸ ὕδωρ ἀπήθησον Orib. τὸ] τῷ P 19 τὸ αὐτὸ Orib.: τὰ αὐτὰ E 20 ἀποχέων Orib.QDi μέχρις ἂν DiQ: ἄχρις ἂνν Orib. μηδὲν ἀμμῶδις Orib.EDi ὑφιζάνῃ EDi 21 ἐκσιφώνισον Orib.: ἐκσιφώνισον ἢ ἐξείπωσον E 22 καθάραντες E αὐτὴν addidi ex E καὶ addidi 23 λεαίνουσιν ταῖς χερσὶν E: ταῖς χ. λεαίνουσι Di)

43
διηθοῦσι δι᾿ ὀθονίου, περιπετάσαντες αὐτὸ τῷ ὑποδέχεσθαι μέλλοντι ἀγγείῳ καὶ ἀποδήσαντες οὐ λίαν ἀποτεταμένον· πρὸς δὲ τὸ ῥᾳδίως διεξελθεῖν δαψιλὲς ὕδωρ ἐπιχέουσι τῳ ὀθονίῳ καὶ ἀναταράσσουσι τὴν σποδόν.

εἶτα τὸ διυλισθὲν καὶ ἐπινηχόμενον 10 αὐτῆς τῷ ἀγγείῳ ἀφρῶδες ὂν αὐτόθεν μύακι ἀναλαμβάνουσι καὶ ἀποτίθενται εἰς ὀστράκινον καινὸν ἀγγεῖον, τὸ δ΄ ἐγκαθήμενον πράως διασήσαντες καταχέουσιν εἰς ἕτερον ἀγγεῖον ὑπολειπομένου τοῦ ἐν τῷ πυθμένι ἀμμώδους· πάλιν δὲ ἐάσαντες ὑποστῆναι τὰ λιθώδη εἰς ἄλλο ἀγγεῖον καθαρὸν ἀπηθοῦσι, καὶ τοῦτο πολλάκις δρῶσιν, ἕως ἂν καθαρά καὶ ἀμέτοχος ἄμμου γένηται ἡ σποδός.

ἄλλοι δὲ ὡς ἐστιν ὁλομερὴς εἰς ὕδωρ κατ᾿ 11 ὀλίγον ἐμπάσσουσι τὴν προειρημένην, οἰόμενοι ἄμμον μὲν καὶ τὰ λιθώδη τῳ ἰδίῳ βάρει εἰς τὸν πυθμένα τοῦ ἀγγείου καταρρυήσεσθαι, τρίχας δὲ καὶ κάρφη καὶ τὰ ὅμοια ἐπαιωρηθήσεσθαι διὰ τὴν κουφότητα· λοιπὸν χωρίσαντες τὴν σποδὸν ἐν μέσῳ οὖσαν καὶ εἰς θυίαν βαλόντες πλύνουσιν ὡς τὴν καδμείαν. πλύνεται δὲ καὶ οἴνῳ Χίῳ ἀθαλάσσῳ κατὰ τοὺς προειρημένους τρόπους, καὶ γίνεται στυπτικωτέρα τῆς ὕδατι πλυνομένης.

δύναμιν δὲ ἔχει ἡ πομφόλυξ στυπτικὴν καὶ ψυκτικὴν καὶ 12 ἀναπληρωτικήν, καθαρτικήν τε καὶ προσπλαστικὴν καὶ ποσῶς ξηραντικήν· ἐστι δὲ καὶ τῶν πράως ἐσχαρούντων. ἐὰν δὲ ὀπτῆσαι δέῃ τὴν σποδόν, λεάνας ἐπιμελῶς αὐτὴν καὶ ἀναδεύσας ὕδατι καὶ ποιήσας τροχίσκους θὲς ἐπʼ ὄστρακον καινόν — ἐπιτίθει δὲ τοῦτο ἐπὶ λεπτὴν καὶ κούφην ἀνθρακιάν — καὶ στρέφε τούς κυκλίσκους συνεχῶς, ἄχρι ἂν ξηροὶ καὶ πυρροὶ γένωνται.