De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

ἐκθυμιωμένης δὲ 5 αὐτῆς τὸ μὲν λεπτομερὲς καὶ κοῦφον εἰς τὸν ἄνω φέρεται οἶκον καὶ προσίζει τοῖς τοίχοις αὐτοῦ καὶ τῇ ὀροφῇ, ὃ δὴ σωματοποιούμενον ὑπὸ τῶν ἐπιφερομένων κατ᾿ ἀρχὰς μὲν ταῖς ἐπανισταμέναις ἐκ τῶν ὑδάτων πομφόλυξιν ἐοικὸς γίνεται, ὕστερον δὲ πλείονος τῆς παραυξήσεως συμβαινούσης ἐρίων τολύπαις ἀφομοιοῦται.

τὸ δὲ βαρύτερον εἰς τοὺς ὑπὸ πόδα χωρεῖ τόπους, 6 καὶ περιχεῖται τοῦτο μὲν τῇ καμίνῳ τοῦτο δὲ τῷ ἐδάφει τοῦ οἴκου, ὃ καὶ φαυλότερον τοῦ λεπτομεροῦς ἡγητέον διὰ τὸ [*](1 δὲ om. H εἰσὶν Q 2 λίαν λευκὸν] λεῖον ὂν Q 4 ἀπὸ] ἐκ QDi 5 συνενπάσσουσι P: συνεμπάσσουσι Q: συνεμπάσουσι Di 6 ἀναφερομένη ἀπὸ ταύτης E λεπτοτάτη Ald. 10 διστεγεῖ Di κάμινος δίστεγος Di κατὰ ταύτης Di πρὸς om. Di 13 τιτράται E (τίτραται E2) ἄχρι PE: ἄχρις reliqui 14 φυσιτῆρος E: φυσητῆρος HDi 15 κατασκευασμένην E 16 ὁ (pr.) om. EDi ἐν om. QDi τε om. QDi φυσητὴρ QDi 17 πυροῦται E 18 ἐμπάζει λελεπτοκομένην PF: λεπτοπεποιημένην (πε superscr.) E: λελεπτοποιημένην Di 19 τὸν (alt.) om. QEDi 20 ὁ ὑπὸ HDi 21 ἄχρι PE: ἄχρις reliqui προτέθηται E ἀναλώσῃ libri: correxi δὲ] οὗν EDi 22 ἀναφέρεται HDi 23 προσιζάνει EH τὸ δὲ σωματοποιούμενον E: τὸ δὲ σῶμα τὸ ποιούμενον HDi 25 ἐκ addidi ex E 26 αὐξήσεως QDi 27 χωρεῖται F)

42
γεῶδες καὶ ἔμπλεον ἀκαθαρσίας ἐν τῇ συγκομιδῇ εἶναι. τινὲς δὲ μόνως οὕτως οἴονται γίνεσθαι τὴν προειρημένην σποδόν.

7 ἀρίστην δὲ ἡγητέον τὴν Κυπρίαν, ἔν τε ὄξει φυραθεῖσαν ἀποφοράν μὲν ἔχουσαν χαλκοῦ, χρόαν δὲ ἰίζουσαν ποσῶς, ἔτι δὲ βορβορίζουσαν ἐν τῇ γεύσει· κἂν ἐπ᾿ ἄνθρακος διαπύρου ἐπιτεθῇ, ἡ ἄδολος ἐπιζεῖ ἀερόχρους γενομένη. ἐπιμελῶς δὲ προσεκτέον τοῖς προειρημένοις κριτηρίοις· δολοῦται γάρ ὑπό τινων ταυροκόλλῃ ἢ πνεύμοσιν ἀρνείοις ἢ θαλασσίοις ἢ κεκαυμένοις ὀλύνθοις καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ διαγνῶναι· οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ ἐπὶ τοιούτων εὑρίσκεται.

8 πλυτέον δὲ κοινῶς πομφόλυγα τὸν τρόπον τοῦτον· ἐνδήσας αὐτὴν ἐν καθαρῷ ὀθονίῳ μέσως ἔχοντι ἀραιότητος ἢ ξηρὰν ἢ ὕδατι πεφυραμένην, κάθες εἰς λεκάνην ὕδωρ ἔχουσαν ὄμβριον, καὶ ἔγκλυζε ὧδε κἀκεῖσε διαφέρων τὸν ἔνδεσμον· οὕτως γάρ τὸ μὲν ἰλυῶδες καὶ νόστιμον αὐτῆς ἀπορρυήσεται, τὸ δὲ σκύβαλον πᾶν ἐν τῷ ὀθονίῳ μενεῖ, εἶτα ἐάσας καταστῆναι ἀπήθησον τὸ ὕδωρ σὺν τῇ σποδῷ, καὶ πάλιν ἄλλο ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει, καὶ ταῦτα ποίει ἀπηθῶν τε καὶ ἐπιχέων, μέχρι ἂν ἀμμῶδες μηδὲν ἐφιζάνῃ· λοιπὸν τὸ μὲν ὕδωρ ἐξίπωσον, τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο.