De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

75 πομφόλυξ σποδίου εἰδικῶς διαφέρει· γενικὴν γάρ οὐκ ἔχει παραλλαγήν. τὸ μὲν γὰρ ὑπομελανίζει καὶ βαρύτερόν ἐστι, κατὰ τὸ πλεῖστον δὲ ἔμπλεον καρφῶν καὶ τριχῶν καὶ γῆς, ὡσὰν ἀπόψημά τι καὶ σύρμα τῶν ἐν τοῖς χαλκουργείοις ἐδάφων καὶ καμίνων, ἡ δὲ πομφόλυξ λιπαρὰ ὑπάρχει καὶ λευκή, ἔτι δὲ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. καὶ [*](14 SIM. Pl. XXXIV 128 sq. (e S. N.).) [*](14 EXC. Orib. XIII s. v. (πομφόλυξ — ἀέρι), cf. Gal. XII 234 (unde Aet. II 67. Paul. Aeg. VII 3 s. v.).) [*](1 ἀργυρίων libri: correxi καὶ (tert.) om. Orib. Q κατὰ δὲ HADi 2 τὴν δύναμιν QDi 3 ἐγκρύβοντας POrib.E: ἐγκρύβοντες FL: ἐγκρύπτοντες HADi 4 πομφολυγγίση F: πομφολυγήση DiH: πομφολυγώδης ἦ E 5 σκωρέα Orib. ἐν οἴνῳ om. Orib.: ἐν om. E σβεννύντας E: σβέννυται P: σβεννύναι QDi: σβεννύειν Orib. ἀμιναίῳ F 6 οὕτως E καυθεῖσαν Orib. ἀναλεάναντες QDi μετʼ οἴνου] οἴνῳ HDi 7 χύτρᾳ Orib.E κισηρώδης E θρύψιν] ὄψιν HDi: colore pomicis faciat Dl 8 πάλιν τε] πάντες δὲ (πάλιν superscr. A2) A τε] δὲ Di μετ᾿ οἴνου Orib.Di 9 τελέως Di 10 σποδοῦ Orib.: σποδίου δὲ E αὐτῇ] τῇ τοιαύτῃ EDi 11 τριβομένη ἐν θυίᾳ Orib. σὺν ὕδατι om. Orib.E 12 ἄχρις HA λιπαρόν PLOrib.E (ῥυπαρόν corr. E2): ῥυπαρόν reliqui: quamdiu aqua limpida invenias Dl) [*](14 num. cap. ψλθ´  O (ψλζ A): ψμᾱ Di: οη R tit. περὶ πομφόλυγος HADi σποδίου OEDl (cf. Gal. XII 234): σποδοῦ Orib. E2 15 ἡ μὲν Orib.EDi βαρυτέρα Orib.EDi 16 δὲ] τε Orib.E: om. Di ἔμπλεον P: ἔμπλεων Q: ἔμπλεος Orib.: ἔμπλεως EDi 17 ἀπόφημά τι P: ἀπόσμιγμα Orib.: ἀφέψημά τι E (ἀπόψημα in mg. corr. E2): ἀποψήματα F: ἀποψύγματα H: ἀπόψυγμά τι Di ἐν] ἐπὶ Q μεταλλουργίοις Orib.: χαλκουργίοις E ἐδάφων E (ἐδαφῶν corr. E2): ἐδάφνων Di 18 post καμίνων add. οὖσα EDi 19 ἔτι δὲ κ. om. Di ἔτι δὲ καὶ Orib.: ἔστι δὲ H ἐπιπε(ε in ras.)τάσθαι E: ἐπιπωτασθαι P)

41
ταύτης δὲ δύο ἐστὶν εἴδη· τὸ μὲν ἀερίζον καὶ ὑποπίμελον, τὸ δὲ λίαν λευκὸν καὶ ἄκραν ἔχον κουφότητα.

γίνεται δὲ ἡ λευκὴ πομφόλυξ, ὅταν ἐν τῇ κατεργασίᾳ καὶ 2 τελειώσει τοῦ χαλκοῦ πυκνότερον οἱ ἀπὸ τῶν χαλκουργείων συνεμπάσσωσι λελεασμένην καδμείαν, βελτιοῦν αὐτὴν βουλόμενοι· ἡ γάρ ἀπὸ ταύτης ἀναφερομένη αἰθάλη, λευκοτάτη οὖσα, πομφολυγοῦται. οὐ μόνον δὲ ἐκ τῆς τοῦ χαλκοῦ κατεργασίας τε καὶ ὕλης γίνεται πομφόλυξ, ἀλλὰ καὶ ἐκ καδμείας προηγουμένως ἐκφυσωμένης εἰς γένεσιν αὐτῆς.

ποιεῖται δὲ οὕτως· 3 ἐν οἴκῳ διστέγῳ κατασκευάζεται κάμινος, καὶ κατʼ αὐτὴν πρὸς τὸ ὑπερῷον ἐκτομὴ σύμμετρός τε καὶ ἐκ τῶν ἄνωθεν μερῶν ἀνεῳγμένη, ὁ δὲ τοῖχος τοῦ οἰκήματος, ᾧ πλησιάζει ἡ κάμινος, τιτρᾶται λεπτῷ τρήματι ἄχρι αὐτῆς τῆς χώνης εἰς παραδοχὴν φυσήματος· ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου.

συνῆπται δὲ τούτῳ 4 τῷ οἰκήματι ὁ ἕτερος οἶκος, ἐν ᾧ αἵ τε φῦσαι καὶ ὁ φυσητὴς ἐργάζεται. λοιπὸν ἄνθρακες ἐντίθενται τῇ καμίνῳ καὶ πυροῦνται, ἔπειτα παρεστὼς ὁ τεχνίτης ἐμπάσσει λελεπτοκοπημένην τὴν καδμείαν ἐκ τῶν ὑπὲρ τὴν κεφαλὴν τῆς κώνης τόπων, ὑπὸ χεῖρά τε τὸ αὐτὸ ποιεῖ, ἅμα καὶ ἀνθρακιὰν προσεμβάλλει, ἄχρι ἂν ὃ προστέθειται πλῆθος ἀναλωθῇ.

ἐκθυμιωμένης δὲ 5 αὐτῆς τὸ μὲν λεπτομερὲς καὶ κοῦφον εἰς τὸν ἄνω φέρεται οἶκον καὶ προσίζει τοῖς τοίχοις αὐτοῦ καὶ τῇ ὀροφῇ, ὃ δὴ σωματοποιούμενον ὑπὸ τῶν ἐπιφερομένων κατ᾿ ἀρχὰς μὲν ταῖς ἐπανισταμέναις ἐκ τῶν ὑδάτων πομφόλυξιν ἐοικὸς γίνεται, ὕστερον δὲ πλείονος τῆς παραυξήσεως συμβαινούσης ἐρίων τολύπαις ἀφομοιοῦται.

τὸ δὲ βαρύτερον εἰς τοὺς ὑπὸ πόδα χωρεῖ τόπους, 6 καὶ περιχεῖται τοῦτο μὲν τῇ καμίνῳ τοῦτο δὲ τῷ ἐδάφει τοῦ οἴκου, ὃ καὶ φαυλότερον τοῦ λεπτομεροῦς ἡγητέον διὰ τὸ [*](1 δὲ om. H εἰσὶν Q 2 λίαν λευκὸν] λεῖον ὂν Q 4 ἀπὸ] ἐκ QDi 5 συνενπάσσουσι P: συνεμπάσσουσι Q: συνεμπάσουσι Di 6 ἀναφερομένη ἀπὸ ταύτης E λεπτοτάτη Ald. 10 διστεγεῖ Di κάμινος δίστεγος Di κατὰ ταύτης Di πρὸς om. Di 13 τιτράται E (τίτραται E2) ἄχρι PE: ἄχρις reliqui 14 φυσιτῆρος E: φυσητῆρος HDi 15 κατασκευασμένην E 16 ὁ (pr.) om. EDi ἐν om. QDi τε om. QDi φυσητὴρ QDi 17 πυροῦται E 18 ἐμπάζει λελεπτοκομένην PF: λεπτοπεποιημένην (πε superscr.) E: λελεπτοποιημένην Di 19 τὸν (alt.) om. QEDi 20 ὁ ὑπὸ HDi 21 ἄχρι PE: ἄχρις reliqui προτέθηται E ἀναλώσῃ libri: correxi δὲ] οὗν EDi 22 ἀναφέρεται HDi 23 προσιζάνει EH τὸ δὲ σωματοποιούμενον E: τὸ δὲ σῶμα τὸ ποιούμενον HDi 25 ἐκ addidi ex E 26 αὐξήσεως QDi 27 χωρεῖται F)

42
γεῶδες καὶ ἔμπλεον ἀκαθαρσίας ἐν τῇ συγκομιδῇ εἶναι. τινὲς δὲ μόνως οὕτως οἴονται γίνεσθαι τὴν προειρημένην σποδόν.

7 ἀρίστην δὲ ἡγητέον τὴν Κυπρίαν, ἔν τε ὄξει φυραθεῖσαν ἀποφοράν μὲν ἔχουσαν χαλκοῦ, χρόαν δὲ ἰίζουσαν ποσῶς, ἔτι δὲ βορβορίζουσαν ἐν τῇ γεύσει· κἂν ἐπ᾿ ἄνθρακος διαπύρου ἐπιτεθῇ, ἡ ἄδολος ἐπιζεῖ ἀερόχρους γενομένη. ἐπιμελῶς δὲ προσεκτέον τοῖς προειρημένοις κριτηρίοις· δολοῦται γάρ ὑπό τινων ταυροκόλλῃ ἢ πνεύμοσιν ἀρνείοις ἢ θαλασσίοις ἢ κεκαυμένοις ὀλύνθοις καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ διαγνῶναι· οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ ἐπὶ τοιούτων εὑρίσκεται.