De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

72 ἐλλεβορίτης· εἰς χοέα γλεύκους τεθαλασσωμένου μέλανος ἐλλεβόρου δραχμὰς δέκα δύο βάλε λείου ἐν ὀθονίῳ ἀραιῷ· μετάχει δέ, ὅταν ἀναζέσῃ. ἢ εἰς ἀθαλάσσου χοῦν ⋖ ιε´ ἢ ⋖ ιδ´ ὁλοσχερῶς συνθλάσας βάλε, καὶ μεθ᾿ ἡμέρας τινὰς διυλίσας χρῶ· πότιζε δὲ κύαθον ἕνα πρὸς κοιλίας λύσιν μεθ᾿ ὕδατος ἐκ βαλανείου, ἐμημεκόσιν ἀπὸ δείπνου.

2 ἢ ἐλλεβόρου δραχμάς εἴκοσι, σχοίνου ⋖ ιβ´, στάχυος Συριακοῦ ⋖ ιγ´ σεσησμένας ἐν ὀθονίῳ δήσας κάθες εἰς κοτύλας ιδ´ Κῴου οἴνου ἐπὶ ἡμέρας τεσσαράκοντα· εἶτα ἀπηθήσας πότιζε τρία ἡμικοτύλια. ἢ εἰς γλεύκους κεράμιον θαλάττης πελαγίας ἡψημένης ξέστας β´, ἐλλεβόρου λευκοῦ λίτρας τὸ ἥμισυ ἔμβρεχε ἡμέρας τεσσαράκοντα καὶ ἀπηθήσας χρῶ. ἢ ἐλλεβόρου ⋖ ιβ´, ἀφρονίτρου δραχμάς τέσσαρας, γλεύκους κοτύλας ιβ´ βρέχε ἐπὶ ἡμέρας δέκα πέντε καὶ ἀπηθήσας χρῶ μετὰ μῆνας ἕξ· τοῦτο καὶ βρέφη ἐκτιτρώσκει.