De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

κεφαλαλγεῖς δὲ πάντες οἱ τοιοῦτοι καὶ σκοτωματικοί, πεπτικοὶ 2 μέντοι καὶ διουρητικοί, καταρροιζομένοις καὶ βήσσουσιν ἁρμόζοντες, κοιλιακοῖς, δυσεντερικοῖς, ὑδρωπικοῖς καὶ ῥοικαῖς γυναιξί, τοῖς τε ἐν βάθει εἱλκωμένοις ἔγκλυσμα. στυπτικώρετος μέντοι τοῦ λευκοῦ ἐστιν ὁ μελανίζων.

35 στροβιλίτης δὲ σκευάζεται ἐναποβρεχομένων τῷ γλεύκει στροβίλων προσφάτων τετρυγημένων καὶ τεθλασμένων· ποιεῖ δὲ τὰ αὐτὰ τῷ ῥητινίτῃ. ἐὰν δὲ γλυκεῖ ἐναποβρέξας τις τοὺς στροβίλους ἑψήσῃ, ἁρμόζει καὶ φθινώδεσιν ἱκανῶς πινόμενος.

36 ὁ δὲ κέδρινος ἢ ἀρκεύθινος ἢ κυπαρίσσινος ἢ δάφνινος ἢ πιτύινος ἢ ἐλάτινος σκευάζεται ὁμοίως· χρὴ γὰρ τὰ ξύλα νεότμητα σχίζοντας, ὅτε τὸν καρπὸν ἐκδίδωσι, τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνιδρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάς τε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων· ἀποξύνει γάρ τὰ ἀπόκενα.

[*](17 SIM. Pl. XIV 112 (e S. N.).)[*](1 πλεονάζει ὠς ἐν γ. E ὁ om. QDi 2 τὸ ψύχειν Di: τὰ ψύγη F παραπλακῇ LQDi 3 ῥητίνῃ addidi ex E 4 ἀπιθοῦσι L: ἀπειθοῦσι F 8 τοῖς καταρροιξ. E 10 γυναιξί om. E τε E: δὲ reliqui ἡλκωμένοις LQDi)[*](12 num. cap. χ𝒢θ΄ Q: ψβ Di: λζ E δὲ οἶνος E γλυκεῖ 13 τετρυ- γημένων E: ποιυ μένων (sic) L: recentes et maritimos Dl: om. reliqui 14 τῷ addidi γλυκεῖ FEDl: γλεύκει reliqui, cf. D. I 69, 4 p. 66, 9)[*](17 num. cap. ψ΄ Q: ψγ Di: λη E ὁ δὲ δρύινος καὶ κέδρινος καὶ ἀρκεύ- θινος καὶ κ. καὶ δ. καὶ π. καὶ ἐλάτινος οἶνος Ε κέδινος ναρκωθινὸς L 20 ἥλιον βαλανείῳ ἢ πρὸς πυρὶ L: ἡλίῳ ἢ βαλανείῳ ἢ πυρί (πρὸς ἥλιον ἢ ἒν βαλανείῳ ἢ ὅλως πρὸς π. corr. H2): aut sole aut in balneo siccanda sunt Dl πρὸς om. Di τῷ πυρὶ E 21 χοὶ DiQ: χόει E μίαν om. E κτατή- σοντας L: κατασταθμίσαντας E: καταμίξαντας QDi: correxi 22 μῆνας δύο H: μῆνας Di: β΄ μῆνας F μνᾶς E ἀποθέσθαι E 23 δεῖ om. L σκευαστῶν Di: σκευασίμων LQ: σκενασιτῶν E 24 γὰρ] τε L, fort. δὲ ἀπο- κείμενα L)