De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

τῇ δὲ ἑνδεκάτῃ ἀφαιρῶν τὸ ἀπὸ τοῦ καλάμου ὀθόνιον ἀποδέχου 2 οἶνον γλυκὺν καὶ παχὺν καὶ ἀποτίθεσο.

ἔστι δὲ ἡδὺς μέν, κεφαλαλγὴς δέ, ποιῶν πρὸς δεύματα διὰ τὸ στύφειν, ὅθεν στομαχικοῖς καὶ κοιλιακοῖς καὶ αἱμοπτυικοῖς ἁρμόζει. ἔνιοι δὲ τὸ αὐτὸ πάλιν τοῦ ὕδατος μίσγοντες δέχονται, καὶ τοῦτο τρίτον ποιοῦσι καὶ τέταρτον καὶ πέμπτον, ὅτε λοιπὸν ὀξίζει.

[*](5 SΙΜ. Pl. XIV 112.)[*](13 SIM. Pl. XIV 102. XXIII 52 (e S. N.).)[*](1 ι E ἄχρι οὗ ἂν LF : ἄχρις ἂν οὗ H: μέχρις οὗ E: ἄχρις ἂν Di 2 λχοεῖς β F χόες E: om. HDi ὑπολειψθῶαι QDi post ἀπολ. add. ἢ τὸ ἥμισυ Di, superscr. H2: donec duo supersint Pl. διυλίσαντα Di 3 καὶ om. LQDi)[*](5 num. cap. κ𝒢δ΄ Q: χ𝒢q Di: λα E σχοίνινος H δὲ om. E post σκευάξεται nov. cap. (λβ E, χ𝒢ζ Di) inc. EDi 9 στομάχου καὶ ἐντέρων E 10 καὶ addidi αἱμορραγίας LQDi καταντλοῦσι F πάντα om. E)[*](13 num. cap. χ𝒢έ Q: χ𝒢η Di: λγ E φοινικίτης οἷνος σκεύαζεται οὕ τως E τοὺς] τὰς Di 14 πρὸς] ἐν QDiE (corr. E2) ἐσφηνωμένην Di 16 καὶ ἐπίχει Ε ἐπίχες HDi τοῖς QDi (de L non constat) ι F χόεας E: χόας HDi γ΄] τρεῖς FDi 17 ἐθέλοις E (ἐ del. E2): θέλεις reliqui αὐτὸ εἶναι E χοεῖς scripsi: χόεας Ε: χόας (ut videtur) reliqui 19 καὶ παχὺν om. L 20 ποιῶν δὲ E 22 πάλιν τὸ αὐτὸ E μιγνύντες E 23 τρίτον τοῦτο E πέμπτον] ε F post κέμπτον add. καὶ ἕκτον Ald.)
24

32 καὶ ὁ τροχίτης δέ, ὅν ἔνιοι συκίτην καλοῦσιν, ἐν Κύπρῳ σκευάζεται ὁμοίως τῷ φοινικίτῃ, διαφέρει δὲ ὅτι ἐπὶ τούτου ἔνιοι ἀντὶ τοῦ ὕδατος στεμφύλων ἀπόβρεγμα νεοθλίπτων τὸ ἴσον μέτρον βάλλουσιν· ἰσχάδες δὲ λαμβάνονται αἱ χελιδόνιοι καλούμεναι ἢ Φοινίκιαι -μέλαιναι δέ εἰσι — καὶ ἀποβρέχονται, ὡς προείρηται· μετὰ δὲ ἡμέρας δέκα ἐκλαμβάνεται τὸ ὑγρόν, καὶ ἐκ δευτέρου τε καὶ τρίτου ἐπιχεῖται τοῦ ἐκ τῶν στεμφύλων ἀποβρέγματος τὸ αὐτὸ μέτρον.

2 ὁμοίως δὲ ἐκ διαστημάτων ἐκλαμβάνεται τὸ τέταρτον καὶ πέμπτον ἀπόβρεγμα ὀξίζον, ᾧ ἀντὶ τοῦ ὄξους χρῶνται.

λεπτομερὴς δέ ἐστι καὶ φυσώδης καὶ κακοστόμαχος, ἀποστρέφων ὄρεξιν, εὐκοίλιος μέντοι καὶ οὐρητικός. κατασπᾷ δὲ καὶ ἔμμηνα καὶ γάλα μὲν δαψιλὲς ποιεῖ, αἷμα δὲ φαῦλον κατασκευάζει, καὶ ἐλεραντιάσεως ποιητικός ἐστιν ὡς καὶ τὸ ζῦθος.

3 ἔνιον δὲ καὶ ἁλῶν τοῖς ἓξ κεραμίοις ξέστας ἐμβάλλουσι δέκα, οἱ δὲ ἅλμης κεράμιον, δυσμετάβλητον καὶ εὐκοίλιον ἔσεσθαι διανοούμενοι. οἱ δὲ καὶ θύμον καὶ μάραθον προυποτιθέασι τῷ πυθμένι, εἶτα τὰς ἰσχάδας, καὶ ἐναλλὰξ τοῦτο ποιοῦσιν, ἄχρις οὗ πληρώσωσι τὸ ἀγγεῖον.

33 σκευάζεται καὶ ὁ ἐκ τῶν συκομόρμων ὡσαύτως. ὄξος δὲ γίνεται δριμὺ διὰ τὸ μὴ ἐξισχύειν τὴν δύναμιν αὐτῶν φυλάσσειν τὴν γλυκύτητα τοῦ ῥυέντος.

34 ὁ δὲ ῥητινίτης κατὰ τὰ ἔθνη σκευάζεται ποικίλως· [*](1 SIM. Pl. RIv 102 (e S. N.).) [*](23 SIM. Pl. XIV 124. XXIII 46. Cels. II 24.) [*](1 num. cap. χ𝒢q΄ Q: χ𝒢θ Di: λδ E τροχίτης L: trochin Pl: τραχύτης F : τραχίτης EF (ind.): κατορχίτης HDi: cacocru Dl δὲ om. QL δὲ οῖνος E 2 οὕτως ὡς ὁ φοινικίτης H διαφέρων (om. δὲ) E δὲ om. F 3 τοῦ om. QDi 4 λαμβάνονται om. H ad χελιδόνιοι cf. Pl. XV 71 5 λεγόμεναι E φοινίκειαι F: φοινικαί HDi καὶ ὠς προείρηται ἀποβρ. E 6 ι΄ Q 7 τε] δὲ E: om. Di ἐκ τρίτου E ἐκ τοῦ τῶν H 8 ἀποθλίμματος E δὲ, καὶ E 9 λαμβάνεται (sequ. ras. v. 21/2) E post τὸ del. τε (ut videtur) E2 δ΄΄ καὶ ε΄΄ F ὁμοίως ὀξίξον HDi 10 τοῦ om. E 13 μὲν addidi 14 ἐστι ποι- ητικός QDi πεπτικός L 15 q QE συνενβάλλουσιν ξέστας ι E: ξέστας ι ἐμβάλλουσιν Q 16 δυσμετάβλητος καὶ εὐκοίλιος Q 17 προστιθέασι HDi 18 ἰσχιάδας F 19 ἄχρις οὗ ἂν F: ἄχρη ἂν οὗ E: ἄχρις ἂν HDi) [*](20 num. cap. χ𝒢ζ΄ Q: ψ Di: λε E δὲ καὶ QEDi συκομορρέων H: συκο- μώρων L οὕτως H 21 ad ἐξισχύειν cf. Ep. ad Eph 3, 18.) [*](23 num. cap. κ𝒢η΄ Q: ψα Di: λq E ὁ δὲ ῥητινείτης οἶνος E καὶ κατὰ EDi τὰ om. LQ ἔσθη E σκευάζεται om. E ποικίλως addidi)

25
πλεονάζει δὲ ὁ ἐν Γαλατίᾳ διὰ τὸ ἀποξύνεσθαι τὸν οἶνον ἀπεπάντου μενούσης τῆς σταφυλῆς διὰ τὰ ψύχη, εἰ μὴ παραπλακείη πευκίνῃ ῥητίνῃ. κόπτεται δὲ σὺν τῷ φλοιῷ ἡ ῥητίνη, καὶ τῷ κεραμίῳ μείγνυται ἡμικοτύλιον· καὶ οἱ μὲν ἀπηθοῦσι μετὰ τὸ ἀποζέσαι, χωρίζοντες τὴν ῥητίνην, οἱ δὲ ἐῶσι· παλαιωθέντες δὲ γίνονται ἡδεῖς.

κεφαλαλγεῖς δὲ πάντες οἱ τοιοῦτοι καὶ σκοτωματικοί, πεπτικοὶ 2 μέντοι καὶ διουρητικοί, καταρροιζομένοις καὶ βήσσουσιν ἁρμόζοντες, κοιλιακοῖς, δυσεντερικοῖς, ὑδρωπικοῖς καὶ ῥοικαῖς γυναιξί, τοῖς τε ἐν βάθει εἱλκωμένοις ἔγκλυσμα. στυπτικώρετος μέντοι τοῦ λευκοῦ ἐστιν ὁ μελανίζων.

35 στροβιλίτης δὲ σκευάζεται ἐναποβρεχομένων τῷ γλεύκει στροβίλων προσφάτων τετρυγημένων καὶ τεθλασμένων· ποιεῖ δὲ τὰ αὐτὰ τῷ ῥητινίτῃ. ἐὰν δὲ γλυκεῖ ἐναποβρέξας τις τοὺς στροβίλους ἑψήσῃ, ἁρμόζει καὶ φθινώδεσιν ἱκανῶς πινόμενος.

36 ὁ δὲ κέδρινος ἢ ἀρκεύθινος ἢ κυπαρίσσινος ἢ δάφνινος ἢ πιτύινος ἢ ἐλάτινος σκευάζεται ὁμοίως· χρὴ γὰρ τὰ ξύλα νεότμητα σχίζοντας, ὅτε τὸν καρπὸν ἐκδίδωσι, τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνιδρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάς τε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων· ἀποξύνει γάρ τὰ ἀπόκενα.

[*](17 SIM. Pl. XIV 112 (e S. N.).)[*](1 πλεονάζει ὠς ἐν γ. E ὁ om. QDi 2 τὸ ψύχειν Di: τὰ ψύγη F παραπλακῇ LQDi 3 ῥητίνῃ addidi ex E 4 ἀπιθοῦσι L: ἀπειθοῦσι F 8 τοῖς καταρροιξ. E 10 γυναιξί om. E τε E: δὲ reliqui ἡλκωμένοις LQDi)[*](12 num. cap. χ𝒢θ΄ Q: ψβ Di: λζ E δὲ οἶνος E γλυκεῖ 13 τετρυ- γημένων E: ποιυ μένων (sic) L: recentes et maritimos Dl: om. reliqui 14 τῷ addidi γλυκεῖ FEDl: γλεύκει reliqui, cf. D. I 69, 4 p. 66, 9)[*](17 num. cap. ψ΄ Q: ψγ Di: λη E ὁ δὲ δρύινος καὶ κέδρινος καὶ ἀρκεύ- θινος καὶ κ. καὶ δ. καὶ π. καὶ ἐλάτινος οἶνος Ε κέδινος ναρκωθινὸς L 20 ἥλιον βαλανείῳ ἢ πρὸς πυρὶ L: ἡλίῳ ἢ βαλανείῳ ἢ πυρί (πρὸς ἥλιον ἢ ἒν βαλανείῳ ἢ ὅλως πρὸς π. corr. H2): aut sole aut in balneo siccanda sunt Dl πρὸς om. Di τῷ πυρὶ E 21 χοὶ DiQ: χόει E μίαν om. E κτατή- σοντας L: κατασταθμίσαντας E: καταμίξαντας QDi: correxi 22 μῆνας δύο H: μῆνας Di: β΄ μῆνας F μνᾶς E ἀποθέσθαι E 23 δεῖ om. L σκευαστῶν Di: σκευασίμων LQ: σκενασιτῶν E 24 γὰρ] τε L, fort. δὲ ἀπο- κείμενα L)
26

2 ἄθετοι μέντοι οἱ φαρμακώδεις οἶνοι τοῖς ὑγιαίνουσι. θερμαντικοὶ δὲ πάντες οὗτοι, οὐρητικοί, ὑποστύφοντες· ὁ μέντοι δάφνινος θερμαντικώτερος.

γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ τῶν μειζόνων κέδρων οἶνος· δεῖ δὲ τῷ χοεῖ τοῦ γλεύκους ἡμιμναῖον κεκομμένων τῶν κεδρίδων μεῖξαι, ἡλιάσαι τε ἐφʼ ἡμέρας μ΄, μετὰ δὲ ταῦτα διυλίζειν καὶ μεταγγίζειν. γίνεται καὶ ὁ ἐκ τῶν ἀρκευθίδων τοῦ καρποῦ ὁμοίως τῷ κεδρίτῃ, τὰ αὐτὰ ποιῶν.

37 κεδρίτης δὲ γίνεται οὕτω· κεδρίαν πλύναντες ὕδατι γλυκεῖ διακλύζουσιν ἕκαστον κεράμιον κυάθῳ ἐνί, καὶ οὕτως πληροῦσι γλεύκους.

θερμαντικὸς δὲ καὶ οὗτος γίνεται καὶ λεπτυντικός, βηχὶ παλαιή ἁρμόζων δίχα πυρετῶν καὶ πόνοις θώρακος καὶ πλευρῶν, στρόφοις, ἕλκεσι τοῖς ἐν κοιλίᾳ καὶ ἐντέροις, ἐμπυικοῖς, ὑρωπικοῖς, ὑστερικαῖς· ποιεῖ καὶ πρὸς ἕλμεις καὶ πρὸς ῥίγη, βοηθεῖ καὶ θηριοδήκτοις καὶ ἑρπετὰ κτείνει, ὠταλγίας τε ἐνσταζόμενος ἰᾶται.

38 ο ἶνος πισσίτης σκευάζεται διὰ πίσσης ὑγρᾶς καὶ γλεύκους· δεῖ δὲ τὴν πίσσαν πλύνειν πρῶτον μὲν θαλάσσῃ ἢ ἅλμῃ ἐφʼ ἱκανόν, μέχρι ἄν λευκανθῆ, καὶ ἡ θάλασσα καθαρὰ ἀπορρέῃ, ἔπειτα ὕδατι γλυκεῖ, καὶ τοῖς ὀκτὼ χοεῦσι μίσγειν [*](4 SIM. Pl. XIV 112 e S. N.).) [*](9 SiM. Pl. l. s. XXIII 52.) [*](18 SIM. Col. r. r XII 23; Plut. quaest. conv. V 3 (676 C); Pl. XXIII 46 sq.) [*](18 EXC. Orib. I 403 D. (οἶνος — ἄοθματα).) [*](2 οὗτοι om. HDi καὶ ὑποστύφοντες E 3 θερμαντικώτατος Ε 4 nov. cap. (λθ) nc. E κεδρίδων LE, at cf. D. I 77, 4 (77, 24) Pl. XXIV 24 τῶν κεδρίδων τῶν μειζόνων E εἰς τὸν χοῦν E κεδρίνων F 6 ἐᾶσαί τε ἐπὶ ἡμ. E 7 a γίνεται cap. μ inc. E ἐκ τοῦ τῶν ἀρκ. καρποῦ Spr. ὁ addidi 8 καὶ τὰ αὐτὰ E) [*](9 num. cap. ψά Q: ψε Di: μα E δὲ ρῖνος E οὕτως FE: ρὕτω reliqui 12 οὕτως E 13 καὶ addidi 15 ὑδρωπικσῖς ἐμευικοῖς E ποιεῖ—ῥίγη om. QL, superscr. H2: verba D. esse testatur Dl ἕλμις E: ἕλμινς Di: ἐλμινθας H2 πρὸς (alt.) fort. delendum, cf. D. vol. II praef. XXI 16 καὶ (Pr.) om. HDi καὶ (alt.) om. Di ὠταγίαν E) [*](18 num. cap. ψβ΄ Q: ψq Di: μβ E κισσίτης δὲ οῖνος 0rib. κισσινεί- της E post σκευάζεται del. οὕτως E2 19 πρῶτον πλύνειν θαλ. QDi ἢ om. L 20 ἄχρι ἂν 0rib.: ἄχρη οὗ E: μέχρις ἂν QDi 21 η 0rib.EFDi)

27
οὐγγίας β΄ πίσσης καὶ ἐᾶν, μετὰ δὲ τὸ ἀναζέσαι καὶ καταστῆναι μεταγγίζειν.

ἔστι δὲ θερμαντικός, πεπτικός. σμηκτικός, ἀνακαθαρτικός, 2 εὔθετος τοῖς περὶ θώρακα, κοιλίαν, ἧπαρ, σπλῆνα, ὑστέρας πόνοις δίχα πυρετοῦ καὶ χρονίοις ῥεύμασι καὶ ἑλκώσεσι τῶν ἐν βάθει· ποιεῖ καὶ πρὸς βῆχας, βραδυπεψίας, πνευματώσεις, ἄσθματα, καὶ πρὸς στρέμματα δὲ μᾶλλον τοῦ ὄξους μετʼ οἰσυπηρῶν ἐρίων.

39 ἀψινθίτης δὲ ποικίλως σκευάζεται· οἱ μὲν γὰρ τοῖς μη΄ ξέσταις τῷ Ἰταλικῷ κεραμίῳ γλεύκους μείξαντες ἀψινθίου Ποντικοῦ λίτραν μίαν ἕψουσι, μέχρι τὸ τρίτον ἀπολειφθῇ· ἔπειτα προσεπιχέαντες γλεύκους ξέστας ἐνενήκοντα καὶ ἀψινθίου ἡμίλιτρον καὶ ἐπιμελῶς μείξαντες καταγγίζουσι, κατασταθέντα δὲ διυλίσαντες ἀποτιθέασιν. οἱ δὲ μνᾶν ἀψινθίου τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσιν ἐπὶ μῆνας τρεῖς· οἱ δὲ μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι, κόψαντες καὶ ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐπὶ μῆνας δύο.