De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

οἱ μέντοι γε πρὸς 2 τὴν πόσιν αὐστηρότεροι σκευαζόμενοι ποιοῦσι καὶ πρὸς πυρετῶν ἀνασκευήν, εἰ μή γε παρεῖεν Ἀμινναῖοι, καὶ πρὸς κοιλίας ὑπαγωγήν, καὶ ἐμπύοις καὶ σκληροκοιλίοις καὶ ὅσοι ὑπὸ τῶν Ἀμινναίων ψαύονται κεφαλῆς· κακοστόμαχοι μέντοι καὶ οὗτοι καὶ πνευμάτων γεννητικοί.

οὐκ ἄχρηστον δὲ ὑπογράψαι νομίζομεν πρὸς τὸ πλήρη τὴν 3 ἱστορίαν τοῖς φιλιατροῦσι γενέσθαι καὶ τὴν τῶν ποικιλωτέρων οἴνων σκευασίαν, οὐχ ὅτι πολλή ἐστιν ἢ ἀναγκαία ἡ χρῆσις αὐτῶν ἀλλʼ ἵνα κατὰ μηδὲν αὐτῶν ἐλλείπειν δοκῶμεν. εἰσὶ δὲ αὐτῶν ἔνιοι ἧττον περίεργοι καὶ πίπτοντες εἰς τὴν χρῆσιν, ὡς οἱ διὰ τῶν κυδωνίων καὶ ἀπίων καὶ κερατίων, ἔτι καὶ μύρτων σκευαζόμενοι.