De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

17

17 τὸ δὲ σκιλλητικὸν ν ὄξος σκευάζεται τὸν τρόπον τοῦτον καθάρας λευκὴν σκίλλαν καὶ κατατεμών καὶ διείρας λίνῳ, ὥστε μὴ θιγγάνειν τούς τόμους ἀλλήλων, ξηράνας ἐν σκιᾷ ἐπὶ ἡμέρας τεσσαράκοντα, λαβὼν μνᾶν μίαν ἐξ αὐτῆς κάθες εἰς ξέστας ἄξους καλοῦ ιβ΄ καὶ ἔα ἐν ἡλίῳ ἡμέρας ἐξήκοντα βρέχεσθαι, πωμάσας ἐπιμελῶς τὸ ἀγγεῖον· μετὰ δὲ ταῦτα ἀνελόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ῥῖψον, τὸ δὲ ὄξος ὑλίσας κατάγγιζε καὶ ἀποτίθεσο.

ἔνιοι δὲ μνᾶν μίαν πρὸς 2 ὄξους ξέστας ε΄ μίσγουσιν· οἱ δὲ αὐτόθεν καθάραντες δίχα τοῦ ξηρᾶναι τὸν ἴσον σταθμὸν βάλλουσι καὶ ἐῶσι μῆνας q΄ γίνεται δὲ τὸ τοιοῦτον τμητικώτερον.

εὐθετεῖ δὲ διακλυζόμενον μὲν πρὸς οὖλα μυδῶντα, στέλ. λον καὶ στερροποιοῦν αὐτά, καὶ πρὸς ὀδόντας κινουμένους καὶ τάς περὶ στόμα δυσωδίας, ἱκανῶς ἀνασκευάζον αὑτάς, καταρροφούμενον δὲ τόν τε βρόγχον στερεὸν καὶ τυλώδη ποιεῖ καὶ τὸν ἦχον εὔτονον καὶ λαμπρὸν ἀποτελεῖ.