De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

συνεχῶς ἐπαντλούμενον καὶ νομὰς ἱστησιν· ὠφελεῖ καὶ ποδαγρικοὺς 2 καταντλούμενον θερμὸν μετὰ θείου, ὑπώπιά τε αἴρει σὺν μέλιτι καταχριόμενον, πρός τε τὰς ἐγκαύσεις τῆς κεραλῆς σὺν ῥοδίνῳ καὶ οἰσυπηροῖς ἐρίοις ἢ σπόγγῳ, ὑδρωπικούς τε καὶ δυσηκοίας ὑπατμισθὲν θερμὸν ὠφελεῖ καὶ ἤχους καὶ συριγμούς. ἐνσταχθὲν δὲ κτείνει τοὺς ἐν ὠσὶ σκώληκας, στέλλει καὶ φύγεθλα χλιερὸν καταντλούμενον ἢ διὰ σπόγγων ἐπιτιθέμενον, καὶ κνησμοὺς παρηγορεῖ, πρός τε θηρίων δήγματα ὅσα ψύχει κατάντλημα θερμόν, ψυχρὸν δὲ τοῖς πυροῦσι τῶν ἰοβόλων.

ποιεῖ καὶ πρὸς τὰ θανάσιμα πινόμενον θερμὸν καὶ 3 ἐξεμούμενον, μάλιστα πρὸς μηκωνίου καὶ ἀκονίτου καὶ κωνείου πόσιν, καὶ αἵματος καὶ γάλακτος θρόμβωσιν ἐν κοιλίᾳ, πρός τε μύκητας καὶ ἰξίαν καὶ σμίλακα σὺν ἁλσί, βδέλλας τε καταποθείσας καταρροφούμενον ἀποβάλλει, καὶ βῆχα χρόνιον πραύνει, τὴν δὲ πρόσφατον ἐρεθίζει· ἁρμόζει καὶ πρὸς ἀρθόπνοιαν θερμὸν καταρροφούμενον. στέλλει δὲ ἀναγαργαριζόμενον καὶ τὰ ἐν βρόγχῳ δεύματα καὶ συναγχικοῖς ἁρμόζει καὶ πρὸς κιονίδα κεχαλασμένην, καὶ πρὸς ὀδόντων πόνον θερμὸν διακρατούμενον καὶ διακλυζόμενον.