De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

9 σχοίνου Ἀραβικῆς ὁλκὰς ἑπτά· ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, τοῦ ἄνθους ὁλκὰς τεσσαράκοντα, προσαπόδος δὲ καὶ φοίνικος καὶ καλάμου τὰς ἴσας ὁλκάς, ἀσπαλάθου τε καὶ ξυλοβαλσάμου ἀνὰ ὁλκὴν μίαν μεῖξον δὲ καὶ καρδαμώμου καὶ νάρδου καὶ κασσίας καὶ κιναμώμου ἀνὰ οὐγγίαν μίαν — πάντα δὲ ἔστω ὁλοσχερέστερον κεκομμένα — εἶτα ἐπιδούς οἶνον εὐώδη ἀπέρεισαι ἐπ ἀνθράκων πεπωμασμένον τὸ ἀγγεῖον καὶ σύζεσον τρίς, ἄρας τε ἀπὸ τοῦ πυρὸς ἔασον ἐννυκτερεῦσαι αὐτό· τῇ δ᾿ ἐχομένῃ ἀπόχεε τὸν οἶνον καὶ ἄλλον ἐπιδοὺς τοῦ αὐτοῦ γένους σύζεσον ὁμοίως ἔτι τρὶς καὶ ἄφες.

10 πρωὶ δὲ ἀνελόμενος τὸ στέαρ ἀπόχεε τὸν οἶνον, ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῳ πυθμένι καὶ τήξας διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ.

ἀρωματίζεται δὲ καὶ τὸ τεθεραπευμένον τὸν αὐτὸν τρόπον. προστύφεται δὲ τὰ προειρημένα στέατα πρὸς τὸ ῥᾳδίως δέξασθαι [*](1 τὸ om. E οὕτω Orib.HDi 2 post λευκόν nov. cap. (πδ) inc. E στέαρ παρδάλειον καὶ λεόντινον, συάγριόν τε καὶ καμήλιον καὶ ἵππιον καὶ τὰ ὅμοια ὡσαύτως κατασκευαστέον E 4 nov. cap. (πε) inc. E δὲ καὶ E 5 ἐξυδατίσας ἢ ἐξυμενίσας E (corr. E2) 6 ante τὸ add. κὐτῶν E ἐκπλύνας E 7 σύνζεσον E: καὶ ζεσας reliqui: correxi ἄμα ονῳ E 8 ἀπὸ] ἐκ Di γένους] γεννώμενον Q ἐπιχεων Di 9 τοσοῦτον τῷ πλήθει Di ὅσον FE: ὅσος reliqui τῆξον E 10 ἀποκογχίσας F: ἄποκομίοας E (corn. E2): ἀφυλίσας reliqui δοτύλας ἐννέα Di ἐμβάλλον E (ἔμβαλλον corr. E2) 12 ἐθέλῃς H 13 post φοίνικος add. καὶ κασσίας HDi post ὁλκὰς c. 11 litt. del. E2 14 μίξον δὲ καὶ κασσίας καὶ νάρδου μαῖ κιναμώμου ὁλκὴ μία om. mg. add. E 15 κινναμώμου καὶ καρδαμώμου καὶ νάρδου Di: κασσίας καὶ νάρδου καὶ κιναμώμου EDl ἅπαντα E 13 ὁλοσχερῆ E ἐπιδοὺς] ἐπίχεε Di εὐώδει F 17 καὶ ὑπέρειδε Di πεπωμασμένον F: πεπωματισμένον reliqui 18 εἷτα ἄρας τε E (τε del. E2) 19 post ἐχομένη add. ἡμέρᾶ E ἀποχέας E ἐπιδιδοὺς F fort. ἐκ τοῦ αὐτοῦ 20 ὁμοίως ἔτι om. H ἕως τρὶς Di: ἐπὶ τρεῖς E (corr. E2) 21 ἀπόχεε QDi: ἀπόχεον E 22 τῶ ἐν τῶ πυθμένη E αὐτὸ om, HE 13 θεραπευόμενον Q τοῦτον τὸν τρόπον H 24 δὲ καὶ E)

155
τὴν τῶν ἀρωμάτων δύναμιν ρὕτως· λαβὼν αὐτῶν ὅ τι ἂν αἱρῇ ζέσον ἅμα οἴνῳ, συγκαθεὶς μυρσίνης κλάδον ἕρπυλλόν τε καὶ κύπερον, ἔτι δὲ ἀσπάλαθον ὁλοσχερέστερον συγκοπέντα· τινὲς δὲ ἐνὶ τούτων ἀρκοῦνται. ὅταν δὲ τὸ τρίτον ἀναζέσῃ, ἀνελόμενος πραέως καὶ δι᾿ ὀθόνης ὑλίσας ἀρωμάτιζε, ὡς δεδήλωται.