De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

καίεται δὲ ἐπ ὀστράκου καινοῦ, 5 μέχρι ἂν τεφρωθὲν ἀποβάλῃ τὸ λίπος· συνάγεται δὲ καὶ λιγνὺς ἐξ αὐτοῦ, ὡς ὑπεδείξαμεν (I 68), ἁρμόζουσα πρὸς τὰ ὀφθαλμικά.

75 πιτύα λαγωοῦ ἁρμόζει λαμβανομένη σὺν οἴνῳ ὁλκὴ τριωβόλου πρὸς θηριοδήκτους καὶ κοιλιακοὺς καὶ δυσεντερικοὺς καὶ πρὸς ῥοικὰς γυναῖκας καὶ πρὸς αἷματος θρόμβωσιν καὶ ἀναγωγὰς τὰς ἐκ θώρακος, προστιθεμένη δὲ μετὰ τὴν κάθαρσιν τῇ μήτρᾳ μετὰ βουτύρου συλλήψει συνεργεῖ, ποθεῖσα δὲ μετὰ τὴν ἄφεδρον ἀτόκιόν ἐστιν. ἡ δὲ τοῦ ἵππου, ὐπʼ ἐνίων δὲ ἱππάκη καλουμένη, ἰδίως ἁρμόζει ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν.