De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

ποιεῖ καὶ πρὸς φλεγμονὰς καὶ σκληρίας 2 ὑστέρας τὸ μὴ δυσῶδες μηδὲ παλαιόν, καὶ πρὸς δυσεντερίας καὶ πρὸς κόλου ἕλκωσιν ἐγκλυζόμενον, πυοποιοῖς τε μείγνυται χρησίμως, καὶ μάλιστα ἐπὶ τῶν κατὰ τὰ νεῦρα καὶ μήνιγγας καὶ κύστεως τράχηλον τραυμάτων· τὸ δὲ αὐτὸ πληροῖ καὶ καθαίρει καὶ σαρκοῖ, καὶ τοὺς ὑπὸ ἀσπίδος δηχθέντας ἐπιτιθέμενον ὠφελεῖ, μείγνυται δὲ καὶ προσοψήμασιν ἀντὶ ἐλαίου τὸ νεαρὸν καὶ ἐν τοῖς πέμμασιν ἀντὶ στέατος.

συνάγεται δὲ καὶ λιγνὺς ἐκ τοῦ βουτύρου τὸν τρόπον 3 τοῦτον εἰς λύχνον καινὸν ἐγχέας τὸ βούτυρον ἅψον καὶ πωμάσας ἀγγείῳ κεραμεῷ, σωληνοειδεῖ στενῷ κατὰ τὰ ἄνωθεν, τρήματα δὲ ἐκ τῶν ὑπὸ πόδας ἔχοντι, ὥσπερ οἱ κλίβανοι, ἔα καίεσθαι. ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον βούτυρον, ἄλλο ἐπίχει καὶ ποίει τὸ αὐτό, ἕως ἂν ὅσον πλῆθος βούλει αἰθαλώσῃς, εἶτα ἀπόσυρε πτερῳ καὶ χρῶ. δύναμιν δὲ ἔχει εἰς τὰ ὀφθαλμικὰ ξηραίνειν καὶ ὑποστύφειν· ἐφίστησι δὲ τὰ ῥεύματα καὶ τὰ ἕλκη ταχέως ἀναπληροῖ καὶ ἀπουλοῖ.